«
The Septuagint
LXX
The Geneva Bible (1560)
Geneva
   
Malachi
Mal
1
[1]λῆμμα λόγου κυρίου ἐπὶ τὸν ισραηλ ἐν χειρὶ ἀγγέλου αὐτοῦ θέσθε δὴ ἐπὶ τὰς καρδίας ὑμῶν [1]The burden of the word of the Lord to Israel by the ministry of Malachi.
[2]ἠγάπησα ὑμᾶς λέγει κύριος καὶ εἴπατε ἐν τίνι ἠγάπησας ἡμᾶς οὐκ ἀδελφὸς ἦν ησαυ τοῦ ιακωβ λέγει κύριος καὶ ἠγάπησα τὸν ιακωβ [2]I have loved you, saith the Lord: yet ye say, Wherein hast thou loved us? Was not Esau Jacob's brother, saith the Lord? Yet I loved Jacob,
[3]τὸν δὲ ησαυ ἐμίσησα καὶ ἔταξα τὰ ὅρια αὐτοῦ εἰς ἀφανισμὸν καὶ τὴν κληρονομίαν αὐτοῦ εἰς δόματα ἐρήμου [3]And I hated Esau, and made his mountains waste, and his heritage a wilderness for dragons.
[4]διότι ἐρεῖ ἡ ιδουμαία κατέστραπται καὶ ἐπιστρέψωμεν καὶ ἀνοικοδομήσωμεν τὰς ἐρήμους τάδε λέγει κύριος παντοκράτωρ αὐτοὶ οἰκοδομήσουσιν καὶ ἐγὼ καταστρέψω καὶ ἐπικληθήσεται αὐτοῖς ὅρια ἀνομίας καὶ λαὸς ἐφ ὃν παρατέτακται κύριος ἕως αἰῶνος [4]Though Edom say, we are impoverished, but we will return and build the desolate places, yet saith the Lord of hosts, they shall build, but I will destroy it, and they shall call them, The border of wickedness, and the people, with whom the Lord is angry forever.
[5]καὶ οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται καὶ ὑμεῖς ἐρεῖτε ἐμεγαλύνθη κύριος ὑπεράνω τῶν ὁρίων τοῦ ισραηλ [5]And your eyes shall see it, and ye shall say, The Lord will be magnified upon the border of Israel.
[6]υἱὸς δοξάζει πατέρα καὶ δοῦλος τὸν κύριον αὐτοῦ καὶ εἰ πατήρ εἰμι ἐγώ ποῦ ἐστιν ἡ δόξα μου καὶ εἰ κύριός εἰμι ἐγώ ποῦ ἐστιν ὁ φόβος μου λέγει κύριος παντοκράτωρ ὑμεῖς οἱ ἱερεῖς οἱ φαυλίζοντες τὸ ὄνομά μου καὶ εἴπατε ἐν τίνι ἐφαυλίσαμεν τὸ ὄνομά σου [6]A son honoreth his father, and a servant his master. If then I be a father, where is mine honor? And if I be a master, where is my fear, saith the Lord of hosts unto you, O priests, that despise my name? And ye say, Wherein have we despised thy name?
[7]προσάγοντες πρὸς τὸ θυσιαστήριόν μου ἄρτους ἠλισγημένους καὶ εἴπατε ἐν τίνι ἠλισγήσαμεν αὐτούς ἐν τῷ λέγειν ὑμᾶς τράπεζα κυρίου ἐξουδενωμένη ἐστὶν καὶ τὰ ἐπιτιθέμενα βρώματα ἐξουδενωμένα [7]Ye offer unclean bread upon mine altar, and you say, Wherein have we polluted thee? In that ye say the table of the Lord is not to be regarded.
[8]διότι ἐὰν προσαγάγητε τυφλὸν εἰς θυσίαν οὐ κακόν καὶ ἐὰν προσαγάγητε χωλὸν ἢ ἄρρωστον οὐ κακόν προσάγαγε δὴ αὐτὸ τῷ ἡγουμένῳ σου εἰ προσδέξεται αὐτό εἰ λήμψεται πρόσωπόν σου λέγει κύριος παντοκράτωρ [8]And if ye offer the blind for sacrifice, it is not evil: and if ye offer the lame and sick, it is not evil: offer it now unto thy prince: will he be content with thee, or accept thy person, saith the Lord of hosts?
[9]καὶ νῦν ἐξιλάσκεσθε τὸ πρόσωπον τοῦ θεοῦ ὑμῶν καὶ δεήθητε αὐτοῦ ἐν χερσὶν ὑμῶν γέγονεν ταῦτα εἰ λήμψομαι ἐξ ὑμῶν πρόσωπα ὑμῶν λέγει κύριος παντοκράτωρ [9]And now, I pray you, pray before God, that he may have mercy upon us: this hath been by your means: will he regard your persons, saith the Lord of hosts?
[10]διότι καὶ ἐν ὑμῖν συγκλεισθήσονται θύραι καὶ οὐκ ἀνάψετε τὸ θυσιαστήριόν μου δωρεάν οὐκ ἔστιν μου θέλημα ἐν ὑμῖν λέγει κύριος παντοκράτωρ καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν [10]Who is there even among you, that would shut the doors? And kindle not fire on mine altar in vain, I have no pleasure in you, saith the Lord of hosts, neither will I accept an offering at your hand.
[11]διότι ἀπ ἀνατολῶν ἡλίου ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσιν καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσιν λέγει κύριος παντοκράτωρ [11]For from the rising of the sun unto the going down of the same, my name is great among the Gentiles, and in every place incense shall be offered unto my name, and a pure offering: for my name is great among the heathen, saith the Lord of hosts.
[12]ὑμεῖς δὲ βεβηλοῦτε αὐτὸ ἐν τῷ λέγειν ὑμᾶς τράπεζα κυρίου ἠλισγημένη ἐστίν καὶ τὰ ἐπιτιθέμενα ἐξουδένωνται βρώματα αὐτοῦ [12]But ye have polluted it, in that ye say, The table of the Lord is polluted and the fruit thereof, even his meat is not to be regarded.
[13]καὶ εἴπατε ταῦτα ἐκ κακοπαθείας ἐστίν καὶ ἐξεφύσησα αὐτὰ λέγει κύριος παντοκράτωρ καὶ εἰσεφέρετε ἁρπάγματα καὶ τὰ χωλὰ καὶ τὰ ἐνοχλούμενα καὶ ἐὰν φέρητε τὴν θυσίαν εἰ προσδέξομαι αὐτὰ ἐκ τῶν χειρῶν ὑμῶν λέγει κύριος παντοκράτωρ [13]Ye said also, Behold, it is a weariness, and ye have snuffed at it, saith the Lord of hosts, and ye offered that which was torn, and the lame and the sick: thus ye offered an offering: should I accept this of your hand, saith the Lord?
[14]καὶ ἐπικατάρατος ὃς ἦν δυνατὸς καὶ ὑπῆρχεν ἐν τῷ ποιμνίῳ αὐτοῦ ἄρσεν καὶ εὐχὴ αὐτοῦ ἐπ αὐτῷ καὶ θύει διεφθαρμένον τῷ κυρίῳ διότι βασιλεὺς μέγας ἐγώ εἰμι λέγει κύριος παντοκράτωρ καὶ τὸ ὄνομά μου ἐπιφανὲς ἐν τοῖς ἔθνεσιν [14]But cursed be the deceiver, which hath in his flock a male, and voweth, and sacrificeth unto the Lord a corrupt thing: for I am a great King, saith the Lord of hosts, and my name is terrible among the heathen.
Source: sacred-texts.org
Source: archive.org
Top