«
The Septuagint
LXX
The Geneva Bible (1560)
Geneva
[1]καὶ νῦν ἡ ἐντολὴ αὕτη πρὸς ὑμᾶς οἱ ἱερεῖς [1]And now, O ye priests, this commandment is for you.
[2]ἐὰν μὴ ἀκούσητε καὶ ἐὰν μὴ θῆσθε εἰς τὴν καρδίαν ὑμῶν τοῦ δοῦναι δόξαν τῷ ὀνόματί μου λέγει κύριος παντοκράτωρ καὶ ἐξαποστελῶ ἐφ ὑμᾶς τὴν κατάραν καὶ ἐπικαταράσομαι τὴν εὐλογίαν ὑμῶν καὶ καταράσομαι αὐτήν καὶ διασκεδάσω τὴν εὐλογίαν ὑμῶν καὶ οὐκ ἔσται ἐν ὑμῖν ὅτι ὑμεῖς οὐ τίθεσθε εἰς τὴν καρδίαν ὑμῶν [2]If ye will not hear it, nor consider it in your heart, to give glory unto my name, saith the Lord of hosts, I will even send a curse upon you, and will curse your blessings: yea, I have cursed them already, because ye do not consider it in your heart.
[3]ἰδοὺ ἐγὼ ἀφορίζω ὑμῖν τὸν ὦμον καὶ σκορπιῶ ἤνυστρον ἐπὶ τὰ πρόσωπα ὑμῶν ἤνυστρον ἑορτῶν ὑμῶν καὶ λήμψομαι ὑμᾶς εἰς τὸ αὐτό [3]Behold, I will corrupt your seed, and cast dung upon your faces, even the dung of your solemn feasts, and you shall be like unto it.
[4]καὶ ἐπιγνώσεσθε διότι ἐγὼ ἐξαπέσταλκα πρὸς ὑμᾶς τὴν ἐντολὴν ταύτην τοῦ εἶναι τὴν διαθήκην μου πρὸς τοὺς λευίτας λέγει κύριος παντοκράτωρ [4]And ye shall know, that I have sent this commandment unto you, that my covenant, which I made with Levi, might stand, saith the Lord of hosts.
[5]ἡ διαθήκη μου ἦν μετ αὐτοῦ τῆς ζωῆς καὶ τῆς εἰρήνης καὶ ἔδωκα αὐτῷ ἐν φόβῳ φοβεῖσθαί με καὶ ἀπὸ προσώπου ὀνόματός μου στέλλεσθαι αὐτόν [5]My covenant was with him of life and peace, and I gave him fear, and he feared me, and was afraid before my name.
[6]νόμος ἀληθείας ἦν ἐν τῷ στόματι αὐτοῦ καὶ ἀδικία οὐχ εὑρέθη ἐν χείλεσιν αὐτοῦ ἐν εἰρήνῃ κατευθύνων ἐπορεύθη μετ ἐμοῦ καὶ πολλοὺς ἐπέστρεψεν ἀπὸ ἀδικίας [6]The law of truth was in his mouth, and there was no iniquity found in his lips: he walked with me in peace and equity, and did turn many away from iniquity.
[7]ὅτι χείλη ἱερέως φυλάξεται γνῶσιν καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ διότι ἄγγελος κυρίου παντοκράτορός ἐστιν [7]For the priest's lips should preserve knowledge, and they should seek the law at his mouth: for he is the messenger of the Lord of hosts.
[8]ὑμεῖς δὲ ἐξεκλίνατε ἐκ τῆς ὁδοῦ καὶ πολλοὺς ἠσθενήσατε ἐν νόμῳ διεφθείρατε τὴν διαθήκην τοῦ λευι λέγει κύριος παντοκράτωρ [8]But ye are gone out of the way: ye have caused many to fall by the law: ye have broken the covenant of Levi, saith the Lord of hosts.
[9]κἀγὼ δέδωκα ὑμᾶς ἐξουδενωμένους καὶ παρειμένους εἰς πάντα τὰ ἔθνη ἀνθ ὧν ὑμεῖς οὐκ ἐφυλάξασθε τὰς ὁδούς μου ἀλλὰ ἐλαμβάνετε πρόσωπα ἐν νόμῳ [9]Therefore have I also made you to be despised, and vile before all the people, because ye kept not my ways, but have been partial in the law.
[10]οὐχὶ θεὸς εἷς ἔκτισεν ὑμᾶς οὐχὶ πατὴρ εἷς πάντων ὑμῶν τί ὅτι ἐγκατελίπετε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ τοῦ βεβηλῶσαι τὴν διαθήκην τῶν πατέρων ὑμῶν [10]Have we not all one father? Hath not one God made us? Why do we transgress everyone against his brother, and break the covenant of our fathers?
[11]ἐγκατελείφθη ιουδας καὶ βδέλυγμα ἐγένετο ἐν τῷ ισραηλ καὶ ἐν ιερουσαλημ διότι ἐβεβήλωσεν ιουδας τὰ ἅγια κυρίου ἐν οἷς ἠγάπησεν καὶ ἐπετήδευσεν εἰς θεοὺς ἀλλοτρίους [11]Judah hath transgressed, and an abomination is committed in Israel and in Jerusalem: for Judah hath defiled the holiness of the Lord, which he loved, and hath married the daughter of a strange God.
[12]ἐξολεθρεύσει κύριος τὸν ἄνθρωπον τὸν ποιοῦντα ταῦτα ἕως καὶ ταπεινωθῇ ἐκ σκηνωμάτων ιακωβ καὶ ἐκ προσαγόντων θυσίαν τῷ κυρίῳ παντοκράτορι [12]The Lord will cut off the man that doeth this: both the master and the servant out of the tabernacle of Jacob, and him that offereth an offering unto the Lord of hosts.
[13]καὶ ταῦτα ἃ ἐμίσουν ἐποιεῖτε ἐκαλύπτετε δάκρυσιν τὸ θυσιαστήριον κυρίου καὶ κλαυθμῷ καὶ στεναγμῷ ἐκ κόπων ἔτι ἄξιον ἐπιβλέψαι εἰς θυσίαν ἢ λαβεῖν δεκτὸν ἐκ τῶν χειρῶν ὑμῶν [13]And this have ye done again, and covered the altar of the Lord with tears, with weeping and with mourning: because the offering is no more regarded, neither received acceptably at your hands.
[14]καὶ εἴπατε ἕνεκεν τίνος ὅτι κύριος διεμαρτύρατο ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον γυναικὸς νεότητός σου ἣν ἐγκατέλιπες καὶ αὐτὴ κοινωνός σου καὶ γυνὴ διαθήκης σου [14]Yet ye say, Wherein? Because the Lord hath been witness between thee and the wife of thy youth, against whom thou hast transgressed: yet is she thy companion, and the wife of thy covenant.
[15]καὶ οὐκ ἄλλος ἐποίησεν καὶ ὑπόλειμμα πνεύματος αὐτοῦ καὶ εἴπατε τί ἄλλο ἀλλ ἢ σπέρμα ζητεῖ ὁ θεός καὶ φυλάξασθε ἐν τῷ πνεύματι ὑμῶν καὶ γυναῖκα νεότητός σου μὴ ἐγκαταλίπῃς [15]And did not he make one? Yet had he abundance of spirit: and wherefore one? Because he sought a godly seed: therefore keep yourselves in your spirit, and let none trespass against the wife of his youth.
[16]ἀλλὰ ἐὰν μισήσας ἐξαποστείλῃς λέγει κύριος ὁ θεὸς τοῦ ισραηλ καὶ καλύψει ἀσέβεια ἐπὶ τὰ ἐνθυμήματά σου λέγει κύριος παντοκράτωρ καὶ φυλάξασθε ἐν τῷ πνεύματι ὑμῶν καὶ οὐ μὴ ἐγκαταλίπητε [16]If thou hatest her, put her away, saith the Lord God of Israel, yet he covereth the injury under his garment, saith the Lord of hosts: therefore keep yourselves in your spirit, and transgress not.
[17]οἱ παροξύνοντες τὸν θεὸν ἐν τοῖς λόγοις ὑμῶν καὶ εἴπατε ἐν τίνι παρωξύναμεν αὐτόν ἐν τῷ λέγειν ὑμᾶς πᾶς ποιῶν πονηρόν καλὸν ἐνώπιον κυρίου καὶ ἐν αὐτοῖς αὐτὸς εὐδόκησεν καί ποῦ ἐστιν ὁ θεὸς τῆς δικαιοσύνης [17]Ye have wearied the Lord with your words: yet ye say, Wherein have we wearied him? When ye say, Everyone that doeth evil, is good in the sight of the Lord, and he delighteth in them. Or where is the God of judgment?
Source: sacred-texts.org
Source: archive.org
Top