«
The Septuagint
LXX
The Geneva Bible (1560)
Geneva
[1]ἰδοὺ ἐγὼ ἐξαποστέλλω τὸν ἄγγελόν μου καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν ἑαυτοῦ κύριος ὃν ὑμεῖς ζητεῖτε καὶ ὁ ἄγγελος τῆς διαθήκης ὃν ὑμεῖς θέλετε ἰδοὺ ἔρχεται λέγει κύριος παντοκράτωρ [1]Behold, I will send my messenger, and he shall prepare the way before me: and the Lord whom ye seek, shall speedily come to his temple: even the messenger of the covenant whom ye desire: behold, he shall come, saith the Lord of hosts.
[2]καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου καὶ ὡς πόα πλυνόντων [2]But who may abide the day of his coming? And who shall endure, when he appeareth? For he is like a purging fire, and like fuller's soap.
[3]καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ ὡς τὸ χρυσίον καὶ καθαρίσει τοὺς υἱοὺς λευι καὶ χεεῖ αὐτοὺς ὡς τὸ χρυσίον καὶ ὡς τὸ ἀργύριον καὶ ἔσονται τῷ κυρίῳ προσάγοντες θυσίαν ἐν δικαιοσύνῃ [3]And he shall sit down to try and fine the silver: he shall even fine the sons of Levi and purify them as gold and silver, that they may bring offerings unto the Lord in righteousness.
[4]καὶ ἀρέσει τῷ κυρίῳ θυσία ιουδα καὶ ιερουσαλημ καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος καὶ καθὼς τὰ ἔτη τὰ ἔμπροσθεν [4]Then shall the offerings of Judah and Jerusalem be acceptable unto the Lord, as in old time and in the years afore.
[5]καὶ προσάξω πρὸς ὑμᾶς ἐν κρίσει καὶ ἔσομαι μάρτυς ταχὺς ἐπὶ τὰς φαρμακοὺς καὶ ἐπὶ τὰς μοιχαλίδας καὶ ἐπὶ τοὺς ὀμνύοντας τῷ ὀνόματί μου ἐπὶ ψεύδει καὶ ἐπὶ τοὺς ἀποστεροῦντας μισθὸν μισθωτοῦ καὶ τοὺς καταδυναστεύοντας χήραν καὶ τοὺς κονδυλίζοντας ὀρφανοὺς καὶ τοὺς ἐκκλίνοντας κρίσιν προσηλύτου καὶ τοὺς μὴ φοβουμένους με λέγει κύριος παντοκράτωρ [5]And I will come near to you to judgment, and I will be a swift witness against the soothsayers, and against the adulterers, and against false swearers, and against those that wrongfully keep back the hireling's wages, and vex the widow, and the fatherless, and oppress the stranger, and fear not me, saith the Lord of hosts.
[6]διότι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν καὶ οὐκ ἠλλοίωμαι καὶ ὑμεῖς υἱοὶ ιακωβ οὐκ ἀπέχεσθε [6]For I am the Lord: I change not, and ye sons of Jacob are not consumed.
[7]ἀπὸ τῶν ἀδικιῶν τῶν πατέρων ὑμῶν ἐξεκλίνατε νόμιμά μου καὶ οὐκ ἐφυλάξασθε ἐπιστρέψατε πρός με καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς λέγει κύριος παντοκράτωρ καὶ εἴπατε ἐν τίνι ἐπιστρέψωμεν [7]From the days of your fathers, ye are gone away from mine ordinances, and have not kept them: return unto me, and I will return unto you, saith the Lord of hosts: but ye said, Wherein shall we return?
[8]εἰ πτερνιεῖ ἄνθρωπος θεόν διότι ὑμεῖς πτερνίζετέ με καὶ ἐρεῖτε ἐν τίνι ἐπτερνίκαμέν σε ὅτι τὰ ἐπιδέκατα καὶ αἱ ἀπαρχαὶ μεθ ὑμῶν εἰσιν [8]Will a man spoil his gods? Yet have ye spoiled me: but ye say, Wherein have we spoiled thee? In tithes, and offerings.
[9]καὶ ἀποβλέποντες ὑμεῖς ἀποβλέπετε καὶ ἐμὲ ὑμεῖς πτερνίζετε τὸ ἔθνος συνετελέσθη [9]Ye are cursed with a curse: for ye have spoiled me, even this whole nation.
[10]καὶ εἰσηνέγκατε πάντα τὰ ἐκφόρια εἰς τοὺς θησαυρούς καὶ ἐν τῷ οἴκῳ αὐτοῦ ἔσται ἡ διαρπαγὴ αὐτοῦ ἐπισκέψασθε δὴ ἐν τούτῳ λέγει κύριος παντοκράτωρ ἐὰν μὴ ἀνοίξω ὑμῖν τοὺς καταρράκτας τοῦ οὐρανοῦ καὶ ἐκχεῶ ὑμῖν τὴν εὐλογίαν μου ἕως τοῦ ἱκανωθῆναι [10]Bring ye all the tithes into the storehouse that there may be meat in mine house, and prove me now herewith, saith the Lord of hosts, if I will not open the windows of heaven unto you, and pour you out a blessing without measure.
[11]καὶ διαστελῶ ὑμῖν εἰς βρῶσιν καὶ οὐ μὴ διαφθείρω ὑμῶν τὸν καρπὸν τῆς γῆς καὶ οὐ μὴ ἀσθενήσῃ ὑμῶν ἡ ἄμπελος ἡ ἐν τῷ ἀγρῷ λέγει κύριος παντοκράτωρ [11]And I will rebuke the devourer for your sakes, and he shall not destroy the fruit of your ground, neither shall your vine be barren in the field, saith the Lord of hosts.
[12]καὶ μακαριοῦσιν ὑμᾶς πάντα τὰ ἔθνη διότι ἔσεσθε ὑμεῖς γῆ θελητή λέγει κύριος παντοκράτωρ [12]And all nations shall call you blessed: for ye shall be a pleasant land, saith the Lord of hosts.
[13]ἐβαρύνατε ἐπ ἐμὲ τοὺς λόγους ὑμῶν λέγει κύριος καὶ εἴπατε ἐν τίνι κατελαλήσαμεν κατὰ σοῦ [13]Your words have been stout against me, saith the Lord: yet ye say, What have we spoken against thee?
[14]εἴπατε μάταιος ὁ δουλεύων θεῷ καὶ τί πλέον ὅτι ἐφυλάξαμεν τὰ φυλάγματα αὐτοῦ καὶ διότι ἐπορεύθημεν ἱκέται πρὸ προσώπου κυρίου παντοκράτορος [14]Ye have said, It is in vain to serve God: and what profit is it that we have kept his commandment, and that we walked humbly before the Lord of hosts?
[15]καὶ νῦν ἡμεῖς μακαρίζομεν ἀλλοτρίους καὶ ἀνοικοδομοῦνται πάντες ποιοῦντες ἄνομα καὶ ἀντέστησαν θεῷ καὶ ἐσώθησαν [15]Therefore we count the proud blessed: even they that work wickedness, are set up, and they that tempt God, yea, they are delivered.
[16]ταῦτα κατελάλησαν οἱ φοβούμενοι τὸν κύριον ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ προσέσχεν κύριος καὶ εἰσήκουσεν καὶ ἔγραψεν βιβλίον μνημοσύνου ἐνώπιον αὐτοῦ τοῖς φοβουμένοις τὸν κύριον καὶ εὐλαβουμένοις τὸ ὄνομα αὐτοῦ [16]Then spake they that feared the Lord, everyone to his neighbor, and the Lord hearkened and heard it, and a book of remembrance was written before him for them that feared the Lord, and that thought upon his name.
[17]καὶ ἔσονταί μοι λέγει κύριος παντοκράτωρ εἰς ἡμέραν ἣν ἐγὼ ποιῶ εἰς περιποίησιν καὶ αἱρετιῶ αὐτοὺς ὃν τρόπον αἱρετίζει ἄνθρωπος τὸν υἱὸν αὐτοῦ τὸν δουλεύοντα αὐτῷ [17]And they shall be to me, saith the Lord of hosts, in that day that I shall do this, for a flock, and I will spare them, as a man spareth his own son that serveth him.
[18]καὶ ἐπιστραφήσεσθε καὶ ὄψεσθε ἀνὰ μέσον δικαίου καὶ ἀνὰ μέσον ἀνόμου καὶ ἀνὰ μέσον τοῦ δουλεύοντος θεῷ καὶ τοῦ μὴ δουλεύοντος [18]Then shall you return, and discern between the righteous and wicked, between him that serveth God, and him that serveth him not.
[19]διότι ἰδοὺ ἡμέρα κυρίου ἔρχεται καιομένη ὡς κλίβανος καὶ φλέξει αὐτούς καὶ ἔσονται πάντες οἱ ἀλλογενεῖς καὶ πάντες οἱ ποιοῦντες ἄνομα καλάμη καὶ ἀνάψει αὐτοὺς ἡ ἡμέρα ἡ ἐρχομένη λέγει κύριος παντοκράτωρ καὶ οὐ μὴ ὑπολειφθῇ ἐξ αὐτῶν ῥίζα οὐδὲ κλῆμα 19[No verse]
[20]καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ καὶ ἐξελεύσεσθε καὶ σκιρτήσετε ὡς μοσχάρια ἐκ δεσμῶν ἀνειμένα 20[No verse]
[21]καὶ καταπατήσετε ἀνόμους διότι ἔσονται σποδὸς ὑποκάτω τῶν ποδῶν ὑμῶν ἐν τῇ ἡμέρᾳ ᾗ ἐγὼ ποιῶ λέγει κύριος παντοκράτωρ 21[No verse]
[22]καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμῖν ηλιαν τὸν θεσβίτην πρὶν ἐλθεῖν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ 22[No verse]
[23]ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱὸν καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ μὴ ἔλθω καὶ πατάξω τὴν γῆν ἄρδην 23[No verse]
[24]μνήσθητε νόμου μωυσῆ τοῦ δούλου μου καθότι ἐνετειλάμην αὐτῷ ἐν χωρηβ πρὸς πάντα τὸν ισραηλ προστάγματα καὶ δικαιώματα 24[No verse]
Source: sacred-texts.org
Source: archive.org
Top