«
The Septuagint
LXX
Peshitta (Lamsa, 1933)
Pes(Lam)
Proverbs
Pro
31
   
[1]οἱ ἐμοὶ λόγοι εἴρηνται ὑπὸ θεοῦ βασιλέως χρηματισμός ὃν ἐπαίδευσεν ἡ μήτηρ αὐτοῦ [1]THE words of Moael, a king and prophet, which his mother taught him, saying,
[2]τί τέκνον τηρήσεις τί ῥήσεις θεοῦ πρωτογενές σοὶ λέγω υἱέ τί τέκνον ἐμῆς κοιλίας τί τέκνον ἐμῶν εὐχῶν [2]Oh my son! Oh the son of my womb! Oh the son of my vows!
[3]μὴ δῷς γυναιξὶ σὸν πλοῦτον καὶ τὸν σὸν νοῦν καὶ βίον εἰς ὑστεροβουλίαν [3]Give not your strength to women, nor your ways to the extravagance of kings.
[4]μετὰ βουλῆς πάντα ποίει μετὰ βουλῆς οἰνοπότει οἱ δυνάσται θυμώδεις εἰσίν οἶνον δὲ μὴ πινέτωσαν [4]Of kings, O Moael, be careful of kings who drink wine; and of princes who drink strong drink,
[5]ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας καὶ ὀρθὰ κρῖναι οὐ μὴ δύνωνται τοὺς ἀσθενεῖς [5]Lest you drink and forget the law and forsake the judgment of the afflicted.
[6]δίδοτε μέθην τοῖς ἐν λύπαις καὶ οἶνον πίνειν τοῖς ἐν ὀδύναις [6]Let strong drink be given to those who mourn, and wine to those who are of heavy heart,
[7]ἵνα ἐπιλάθωνται τῆς πενίας καὶ τῶν πόνων μὴ μνησθῶσιν ἔτι [7]That they may drink, and forget their sorrows, and remember their miseries no more.
[8]ἄνοιγε σὸν στόμα λόγῳ θεοῦ καὶ κρῖνε πάντας ὑγιῶς [8]Open your mouth with words of truth, and judge all the sons of the wicked.
[9]ἄνοιγε σὸν στόμα καὶ κρῖνε δικαίως διάκρινε δὲ πένητα καὶ ἀσθενῆ [9]Open your mouth, judge righteously, and plead the cause of the poor and needy
[10]γυναῖκα ἀνδρείαν τίς εὑρήσει τιμιωτέρα δέ ἐστιν λίθων πολυτελῶν ἡ τοιαύτη [10]Who can find a diligent woman? For her price is far above rubies.
[11]θαρσεῖ ἐπ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει [11]The heart of her husband safely trusts in her, and her food supplies never diminish.
[12]ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον [12]She does him good and not evil all the days of her life.
[13]μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς [13]She seeks wool and linen, and works willingly with her hands.
[14]ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν συνάγει δὲ αὕτη τὸν βίον [14]She is like the merchant's ship, she brings her merchandise from afar.
[15]καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκεν βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις [15]She rises also while it is yet night, and gives food to her household and work to her maids.
[16]θεωρήσασα γεώργιον ἐπρίατο ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσεν κτῆμα [16]She considers a field, and buys it: with the fruit of her hands she plants a vineyard.
[17]ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισεν τοὺς βραχίονας αὐτῆς εἰς ἔργον [17]She girds her loins with strength, and strengthens her arms.
[18]ἐγεύσατο ὅτι καλόν ἐστιν τὸ ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς [18]She perceives that her merchandise is good; her lamp does not go out all night.
[19]τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον [19]She stretches out her arms diligently, and puts her hands to the spindle.
[20]χεῖρας δὲ αὐτῆς διήνοιξεν πένητι καρπὸν δὲ ἐξέτεινεν πτωχῷ [20]She stretches out her hands to the poor; yea, she stretches forth her arms to the needy.
[21]οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς ὅταν που χρονίζῃ πάντες γὰρ οἱ παρ αὐτῆς ἐνδιδύσκονται [21]The members of her household are not afraid of snow; for all of them are clothed with scarlet.
[22]δισσὰς χλαίνας ἐποίησεν τῷ ἀνδρὶ αὐτῆς ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα [22]She makes herself a covering of tapestry; her clothing is silk and purple.
[23]περίβλεπτος δὲ γίνεται ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς [23]Her husband is known in cities, when he sits among the elders of the land.
[24]σινδόνας ἐποίησεν καὶ ἀπέδοτο περιζώματα δὲ τοῖς χαναναίοις [24]She makes fine linen, and sells it; and delivers girdles to the merchants.
[25]στόμα αὐτῆς διήνοιξεν προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς [25]Strength and honor are her clothing; and she shall rejoice in time to come.
[26]ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις [26]She opens her mouth with wisdom; and upon her tongue is the law of kindness.
[27]στεγναὶ διατριβαὶ οἴκων αὐτῆς σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγεν [27]The ways of her household are above reproach, and she does not eat the bread of idleness.
[28]τὸ στόμα δὲ ἀνοίγει σοφῶς καὶ νομοθέσμως ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησεν τὰ τέκνα αὐτῆς καὶ ἐπλούτησαν καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν [28]Her children rise up and call her blessed; and her husband also praises her.
[29]πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον πολλαὶ ἐποίησαν δυνατά σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας [29]Many daughters have become rich, but you have excelled them all.
[30]ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός γυνὴ γὰρ συνετὴ εὐλογεῖται φόβον δὲ κυρίου αὕτη αἰνείτω [30]Comeliness is deceitful and beauty is vain; but a woman who reverences the LORD shall be praised.
[31]δότε αὐτῇ ἀπὸ καρπῶν χειρῶν αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς [31]Give her of the fruit of her hands, and let her own works praise her in the gate.
Source: sacred-texts.org
Author: George M. Lamsa
Source: studybible.info
Top