«
Peshitta (Lamsa, 1933)
Pes(Lam)
The Septuagint
LXX
Proverbs
Pro
31
   
[1]THE words of Moael, a king and prophet, which his mother taught him, saying, [1]οἱ ἐμοὶ λόγοι εἴρηνται ὑπὸ θεοῦ βασιλέως χρηματισμός ὃν ἐπαίδευσεν ἡ μήτηρ αὐτοῦ
[2]Oh my son! Oh the son of my womb! Oh the son of my vows! [2]τί τέκνον τηρήσεις τί ῥήσεις θεοῦ πρωτογενές σοὶ λέγω υἱέ τί τέκνον ἐμῆς κοιλίας τί τέκνον ἐμῶν εὐχῶν
[3]Give not your strength to women, nor your ways to the extravagance of kings. [3]μὴ δῷς γυναιξὶ σὸν πλοῦτον καὶ τὸν σὸν νοῦν καὶ βίον εἰς ὑστεροβουλίαν
[4]Of kings, O Moael, be careful of kings who drink wine; and of princes who drink strong drink, [4]μετὰ βουλῆς πάντα ποίει μετὰ βουλῆς οἰνοπότει οἱ δυνάσται θυμώδεις εἰσίν οἶνον δὲ μὴ πινέτωσαν
[5]Lest you drink and forget the law and forsake the judgment of the afflicted. [5]ἵνα μὴ πιόντες ἐπιλάθωνται τῆς σοφίας καὶ ὀρθὰ κρῖναι οὐ μὴ δύνωνται τοὺς ἀσθενεῖς
[6]Let strong drink be given to those who mourn, and wine to those who are of heavy heart, [6]δίδοτε μέθην τοῖς ἐν λύπαις καὶ οἶνον πίνειν τοῖς ἐν ὀδύναις
[7]That they may drink, and forget their sorrows, and remember their miseries no more. [7]ἵνα ἐπιλάθωνται τῆς πενίας καὶ τῶν πόνων μὴ μνησθῶσιν ἔτι
[8]Open your mouth with words of truth, and judge all the sons of the wicked. [8]ἄνοιγε σὸν στόμα λόγῳ θεοῦ καὶ κρῖνε πάντας ὑγιῶς
[9]Open your mouth, judge righteously, and plead the cause of the poor and needy [9]ἄνοιγε σὸν στόμα καὶ κρῖνε δικαίως διάκρινε δὲ πένητα καὶ ἀσθενῆ
[10]Who can find a diligent woman? For her price is far above rubies. [10]γυναῖκα ἀνδρείαν τίς εὑρήσει τιμιωτέρα δέ ἐστιν λίθων πολυτελῶν ἡ τοιαύτη
[11]The heart of her husband safely trusts in her, and her food supplies never diminish. [11]θαρσεῖ ἐπ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει
[12]She does him good and not evil all the days of her life. [12]ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον
[13]She seeks wool and linen, and works willingly with her hands. [13]μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς
[14]She is like the merchant's ship, she brings her merchandise from afar. [14]ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν συνάγει δὲ αὕτη τὸν βίον
[15]She rises also while it is yet night, and gives food to her household and work to her maids. [15]καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκεν βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις
[16]She considers a field, and buys it: with the fruit of her hands she plants a vineyard. [16]θεωρήσασα γεώργιον ἐπρίατο ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσεν κτῆμα
[17]She girds her loins with strength, and strengthens her arms. [17]ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισεν τοὺς βραχίονας αὐτῆς εἰς ἔργον
[18]She perceives that her merchandise is good; her lamp does not go out all night. [18]ἐγεύσατο ὅτι καλόν ἐστιν τὸ ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς
[19]She stretches out her arms diligently, and puts her hands to the spindle. [19]τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον
[20]She stretches out her hands to the poor; yea, she stretches forth her arms to the needy. [20]χεῖρας δὲ αὐτῆς διήνοιξεν πένητι καρπὸν δὲ ἐξέτεινεν πτωχῷ
[21]The members of her household are not afraid of snow; for all of them are clothed with scarlet. [21]οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς ὅταν που χρονίζῃ πάντες γὰρ οἱ παρ αὐτῆς ἐνδιδύσκονται
[22]She makes herself a covering of tapestry; her clothing is silk and purple. [22]δισσὰς χλαίνας ἐποίησεν τῷ ἀνδρὶ αὐτῆς ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα
[23]Her husband is known in cities, when he sits among the elders of the land. [23]περίβλεπτος δὲ γίνεται ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς
[24]She makes fine linen, and sells it; and delivers girdles to the merchants. [24]σινδόνας ἐποίησεν καὶ ἀπέδοτο περιζώματα δὲ τοῖς χαναναίοις
[25]Strength and honor are her clothing; and she shall rejoice in time to come. [25]στόμα αὐτῆς διήνοιξεν προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς
[26]She opens her mouth with wisdom; and upon her tongue is the law of kindness. [26]ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις
[27]The ways of her household are above reproach, and she does not eat the bread of idleness. [27]στεγναὶ διατριβαὶ οἴκων αὐτῆς σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγεν
[28]Her children rise up and call her blessed; and her husband also praises her. [28]τὸ στόμα δὲ ἀνοίγει σοφῶς καὶ νομοθέσμως ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησεν τὰ τέκνα αὐτῆς καὶ ἐπλούτησαν καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν
[29]Many daughters have become rich, but you have excelled them all. [29]πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον πολλαὶ ἐποίησαν δυνατά σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας
[30]Comeliness is deceitful and beauty is vain; but a woman who reverences the LORD shall be praised. [30]ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός γυνὴ γὰρ συνετὴ εὐλογεῖται φόβον δὲ κυρίου αὕτη αἰνείτω
[31]Give her of the fruit of her hands, and let her own works praise her in the gate. [31]δότε αὐτῇ ἀπὸ καρπῶν χειρῶν αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς
Author: George M. Lamsa
Source: studybible.info
Source: sacred-texts.org
Top