«
The Septuagint
LXX
Book of Jasher (1840)
Jas(1840)
[1]ᾠδὴ τῶν ἀναβαθμῶν ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν σιων ἐγενήθημεν ὡς παρακεκλημένοι [No book]
[2]τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν ἐμεγάλυνεν κύριος τοῦ ποιῆσαι μετ αὐτῶν [No book]
[3]ἐμεγάλυνεν κύριος τοῦ ποιῆσαι μεθ ἡμῶν ἐγενήθημεν εὐφραινόμενοι [No book]
[4]ἐπίστρεψον κύριε τὴν αἰχμαλωσίαν ἡμῶν ὡς χειμάρρους ἐν τῷ νότῳ [No book]
[5]οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσιν [No book]
[6]πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον αἴροντες τὰ σπέρματα αὐτῶν ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν [No book]
Source: sacred-texts.org
See information...
Top