«
The Septuagint
LXX
The Geneva Bible (1560)
Geneva
[[A song of degrees or Psalm Chapter of David.]]
[1]ᾠδὴ τῶν ἀναβαθμῶν μνήσθητι κύριε τοῦ δαυιδ καὶ πάσης τῆς πραΰτητος αὐτοῦ [1]Lord, mine heart is not haughty, neither are mine eyes lofty, neither have I walked in great matters and hid from me.
[2]ὡς ὤμοσεν τῷ κυρίῳ ηὔξατο τῷ θεῷ ιακωβ [2]Surely I have behaved myself, like one weaned from his mother, and kept silence: I am in myself as one that is weaned.
[3]εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου [3]Let Israel wait on the Lord from henceforth and forever.
[4]εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου 4[No verse]
[5]ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ σκήνωμα τῷ θεῷ ιακωβ 5[No verse]
[6]ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν εφραθα εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ 6[No verse]
[7]εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ προσκυνήσομεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ 7[No verse]
[8]ἀνάστηθι κύριε εἰς τὴν ἀνάπαυσίν σου σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου 8[No verse]
[9]οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται 9[No verse]
[10]ἕνεκεν δαυιδ τοῦ δούλου σου μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου 10[No verse]
[11]ὤμοσεν κύριος τῷ δαυιδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου 11[No verse]
[12]ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου καὶ τὰ μαρτύριά μου ταῦτα ἃ διδάξω αὐτούς καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρόνου σου 12[No verse]
[13]ὅτι ἐξελέξατο κύριος τὴν σιων ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ 13[No verse]
[14]αὕτη ἡ κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος ὧδε κατοικήσω ὅτι ᾑρετισάμην αὐτήν 14[No verse]
[15]τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων 15[No verse]
[16]τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται 16[No verse]
[17]ἐκεῖ ἐξανατελῶ κέρας τῷ δαυιδ ἡτοίμασα λύχνον τῷ χριστῷ μου 17[No verse]
[18]τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου 18[No verse]
Source: sacred-texts.org
Source: archive.org
Top