«
The Septuagint
LXX
Reconstruction of Eberhard Nestle's Greek NT (1904)
Nestle
[1]αλληλουια αγγαιου καὶ ζαχαριου αἴνει ἡ ψυχή μου τὸν κύριον [No book]
[2]αἰνέσω κύριον ἐν ζωῇ μου ψαλῶ τῷ θεῷ μου ἕως ὑπάρχω [No book]
[3]μὴ πεποίθατε ἐπ ἄρχοντας καὶ ἐφ υἱοὺς ἀνθρώπων οἷς οὐκ ἔστιν σωτηρία [No book]
[4]ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν [No book]
[5]μακάριος οὗ ὁ θεὸς ιακωβ βοηθός ἡ ἐλπὶς αὐτοῦ ἐπὶ κύριον τὸν θεὸν αὐτοῦ [No book]
[6]τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα [No book]
[7]ποιοῦντα κρίμα τοῖς ἀδικουμένοις διδόντα τροφὴν τοῖς πεινῶσιν κύριος λύει πεπεδημένους [No book]
[8]κύριος ἀνορθοῖ κατερραγμένους κύριος σοφοῖ τυφλούς κύριος ἀγαπᾷ δικαίους [No book]
[9]κύριος φυλάσσει τοὺς προσηλύτους ὀρφανὸν καὶ χήραν ἀναλήμψεται καὶ ὁδὸν ἁμαρτωλῶν ἀφανιεῖ [No book]
[10]βασιλεύσει κύριος εἰς τὸν αἰῶνα ὁ θεός σου σιων εἰς γενεὰν καὶ γενεάν [No book]
Source: sacred-texts.org
Author: Eberhard Nestle (1851–1913)
Source: www.hagiascriptura.com

See information...
Top