|
[1]ἐν τρισὶν ὡραΐσθην καὶ ἀνέστην ὡραία ἔναντι κυρίου καὶ ἀνθρώπων ὁμόνοια ἀδελφῶν καὶ φιλία τῶν πλησίον καὶ γυνὴ καὶ ἀνὴρ ἑαυτοῖς συμπεριφερόμενοι |
[No book] |
[2]τρία δὲ εἴδη ἐμίσησεν ἡ ψυχή μου καὶ προσώχθισα σφόδρα τῇ ζωῇ αὐτῶν πτωχὸν ὑπερήφανον καὶ πλούσιον ψεύστην γέροντα μοιχὸν ἐλαττούμενον συνέσει |
[No book] |
[3]ἐν νεότητι οὐ συναγείοχας καὶ πῶς ἂν εὕροις ἐν τῷ γήρᾳ σου |
[No book] |
[4]ὡς ὡραῖον πολιαῖς κρίσις καὶ πρεσβυτέροις ἐπιγνῶναι βουλήν |
[No book] |
[5]ὡς ὡραία γερόντων σοφία καὶ δεδοξασμένοις διανόημα καὶ βουλή |
[No book] |
[6]στέφανος γερόντων πολυπειρία καὶ τὸ καύχημα αὐτῶν φόβος κυρίου |
[No book] |
[7]ἐννέα ὑπονοήματα ἐμακάρισα ἐν καρδίᾳ καὶ τὸ δέκατον ἐρῶ ἐπὶ γλώσσης ἄνθρωπος εὐφραινόμενος ἐπὶ τέκνοις ζῶν καὶ βλέπων ἐπὶ πτώσει ἐχθρῶν |
[No book] |
[8]μακάριος ὁ συνοικῶν γυναικὶ συνετῇ καὶ ὃς ἐν γλώσσῃ οὐκ ὠλίσθησεν καὶ ὃς οὐκ ἐδούλευσεν ἀναξίῳ ἑαυτοῦ |
[No book] |
[9]μακάριος ὃς εὗρεν φρόνησιν καὶ ὁ διηγούμενος εἰς ὦτα ἀκουόντων |
[No book] |
[10]ὡς μέγας ὁ εὑρὼν σοφίαν ἀλλ οὐκ ἔστιν ὑπὲρ τὸν φοβούμενον τὸν κύριον |
[No book] |
[11]φόβος κυρίου ὑπὲρ πᾶν ὑπερέβαλεν ὁ κρατῶν αὐτοῦ τίνι ὁμοιωθήσεται |
[No book] |
12[No verse] |
[No book] |
[13]πᾶσαν πληγὴν καὶ μὴ πληγὴν καρδίας καὶ πᾶσαν πονηρίαν καὶ μὴ πονηρίαν γυναικός |
[No book] |
[14]πᾶσαν ἐπαγωγὴν καὶ μὴ ἐπαγωγὴν μισούντων καὶ πᾶσαν ἐκδίκησιν καὶ μὴ ἐκδίκησιν ἐχθρῶν |
[No book] |
[15]οὐκ ἔστιν κεφαλὴ ὑπὲρ κεφαλὴν ὄφεως καὶ οὐκ ἔστιν θυμὸς ὑπὲρ θυμὸν ἐχθροῦ |
[No book] |
[16]συνοικῆσαι λέοντι καὶ δράκοντι εὐδοκήσω ἢ συνοικῆσαι μετὰ γυναικὸς πονηρᾶς |
[No book] |
[17]πονηρία γυναικὸς ἀλλοιοῖ τὴν ὅρασιν αὐτῆς καὶ σκοτοῖ τὸ πρόσωπον αὐτῆς ὡς ἄρκος |
[No book] |
[18]ἀνὰ μέσον τῶν πλησίον αὐτοῦ ἀναπεσεῖται ὁ ἀνὴρ αὐτῆς καὶ ἀκουσίως ἀνεστέναξεν πικρά |
[No book] |
[19]μικρὰ πᾶσα κακία πρὸς κακίαν γυναικός κλῆρος ἁμαρτωλοῦ ἐπιπέσοι αὐτῇ |
[No book] |
[20]ἀνάβασις ἀμμώδης ἐν ποσὶν πρεσβυτέρου οὕτως γυνὴ γλωσσώδης ἀνδρὶ ἡσύχῳ |
[No book] |
[21]μὴ προσπέσῃς ἐπὶ κάλλος γυναικὸς καὶ γυναῖκα μὴ ἐπιποθήσῃς |
[No book] |
[22]ὀργὴ καὶ ἀναίδεια καὶ αἰσχύνη μεγάλη γυνὴ ἐὰν ἐπιχορηγῇ τῷ ἀνδρὶ αὐτῆς |
[No book] |
[23]καρδία ταπεινὴ καὶ πρόσωπον σκυθρωπὸν καὶ πληγὴ καρδίας γυνὴ πονηρά χεῖρες παρειμέναι καὶ γόνατα παραλελυμένα ἥτις οὐ μακαριεῖ τὸν ἄνδρα αὐτῆς |
[No book] |
[24]ἀπὸ γυναικὸς ἀρχὴ ἁμαρτίας καὶ δι αὐτὴν ἀποθνῄσκομεν πάντες |
[No book] |
[25]μὴ δῷς ὕδατι διέξοδον μηδὲ γυναικὶ πονηρᾷ παρρησίαν |
[No book] |
[26]εἰ μὴ πορεύεται κατὰ χεῖράς σου ἀπὸ τῶν σαρκῶν σου ἀπότεμε αὐτήν |
[No book] |