|
[1]ἡ σοφία αἰνέσει ψυχὴν αὐτῆς καὶ ἐν μέσῳ λαοῦ αὐτῆς καυχήσεται |
[No book] |
[2]ἐν ἐκκλησίᾳ ὑψίστου στόμα αὐτῆς ἀνοίξει καὶ ἔναντι δυνάμεως αὐτοῦ καυχήσεται |
[No book] |
[3]ἐγὼ ἀπὸ στόματος ὑψίστου ἐξῆλθον καὶ ὡς ὁμίχλη κατεκάλυψα γῆν |
[No book] |
[4]ἐγὼ ἐν ὑψηλοῖς κατεσκήνωσα καὶ ὁ θρόνος μου ἐν στύλῳ νεφέλης |
[No book] |
[5]γῦρον οὐρανοῦ ἐκύκλωσα μόνη καὶ ἐν βάθει ἀβύσσων περιεπάτησα |
[No book] |
[6]ἐν κύμασιν θαλάσσης καὶ ἐν πάσῃ τῇ γῇ καὶ ἐν παντὶ λαῷ καὶ ἔθνει ἐκτησάμην |
[No book] |
[7]μετὰ τούτων πάντων ἀνάπαυσιν ἐζήτησα καὶ ἐν κληρονομίᾳ τίνος αὐλισθήσομαι |
[No book] |
[8]τότε ἐνετείλατό μοι ὁ κτίστης ἁπάντων καὶ ὁ κτίσας με κατέπαυσεν τὴν σκηνήν μου καὶ εἶπεν ἐν ιακωβ κατασκήνωσον καὶ ἐν ισραηλ κατακληρονομήθητι |
[No book] |
[9]πρὸ τοῦ αἰῶνος ἀπ ἀρχῆς ἔκτισέν με καὶ ἕως αἰῶνος οὐ μὴ ἐκλίπω |
[No book] |
[10]ἐν σκηνῇ ἁγίᾳ ἐνώπιον αὐτοῦ ἐλειτούργησα καὶ οὕτως ἐν σιων ἐστηρίχθην |
[No book] |
[11]ἐν πόλει ἠγαπημένῃ ὁμοίως με κατέπαυσεν καὶ ἐν ιερουσαλημ ἡ ἐξουσία μου |
[No book] |
[12]καὶ ἐρρίζωσα ἐν λαῷ δεδοξασμένῳ ἐν μερίδι κυρίου κληρονομίας αὐτοῦ |
[No book] |
[13]ὡς κέδρος ἀνυψώθην ἐν τῷ λιβάνῳ καὶ ὡς κυπάρισσος ἐν ὄρεσιν αερμων |
[No book] |
[14]ὡς φοῖνιξ ἀνυψώθην ἐν αιγγαδοις καὶ ὡς φυτὰ ῥόδου ἐν ιεριχω ὡς ἐλαία εὐπρεπὴς ἐν πεδίῳ καὶ ἀνυψώθην ὡς πλάτανος |
[No book] |
[15]ὡς κιννάμωμον καὶ ἀσπάλαθος ἀρωμάτων δέδωκα ὀσμὴν καὶ ὡς σμύρνα ἐκλεκτὴ διέδωκα εὐωδίαν ὡς χαλβάνη καὶ ὄνυξ καὶ στακτὴ καὶ ὡς λιβάνου ἀτμὶς ἐν σκηνῇ |
[No book] |
[16]ἐγὼ ὡς τερέμινθος ἐξέτεινα κλάδους μου καὶ οἱ κλάδοι μου κλάδοι δόξης καὶ χάριτος |
[No book] |
[17]ἐγὼ ὡς ἄμπελος ἐβλάστησα χάριν καὶ τὰ ἄνθη μου καρπὸς δόξης καὶ πλούτου |
[No book] |
18[No verse] |
[No book] |
[19]προσέλθετε πρός με οἱ ἐπιθυμοῦντές μου καὶ ἀπὸ τῶν γενημάτων μου ἐμπλήσθητε |
[No book] |
[20]τὸ γὰρ μνημόσυνόν μου ὑπὲρ τὸ μέλι γλυκύ καὶ ἡ κληρονομία μου ὑπὲρ μέλιτος κηρίον |
[No book] |
[21]οἱ ἐσθίοντές με ἔτι πεινάσουσιν καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν |
[No book] |
[22]ὁ ὑπακούων μου οὐκ αἰσχυνθήσεται καὶ οἱ ἐργαζόμενοι ἐν ἐμοὶ οὐχ ἁμαρτήσουσιν |
[No book] |
[23]ταῦτα πάντα βίβλος διαθήκης θεοῦ ὑψίστου νόμον ὃν ἐνετείλατο ἡμῖν μωυσῆς κληρονομίαν συναγωγαῖς ιακωβ |
[No book] |
24[No verse] |
[No book] |
[25]ὁ πιμπλῶν ὡς φισων σοφίαν καὶ ὡς τίγρις ἐν ἡμέραις νέων |
[No book] |
[26]ὁ ἀναπληρῶν ὡς εὐφράτης σύνεσιν καὶ ὡς ιορδάνης ἐν ἡμέραις θερισμοῦ |
[No book] |
[27]ὁ ἐκφαίνων ὡς φῶς παιδείαν ὡς γηων ἐν ἡμέραις τρυγήτου |
[No book] |
[28]οὐ συνετέλεσεν ὁ πρῶτος γνῶναι αὐτήν καὶ οὕτως ὁ ἔσχατος οὐκ ἐξιχνίασεν αὐτήν |
[No book] |
[29]ἀπὸ γὰρ θαλάσσης ἐπληθύνθη διανόημα αὐτῆς καὶ ἡ βουλὴ αὐτῆς ἀπὸ ἀβύσσου μεγάλης |
[No book] |
[30]κἀγὼ ὡς διῶρυξ ἀπὸ ποταμοῦ καὶ ὡς ὑδραγωγὸς ἐξῆλθον εἰς παράδεισον |
[No book] |
[31]εἶπα ποτιῶ μου τὸν κῆπον καὶ μεθύσω μου τὴν πρασιάν καὶ ἰδοὺ ἐγένετό μοι ἡ διῶρυξ εἰς ποταμόν καὶ ὁ ποταμός μου ἐγένετο εἰς θάλασσαν |
[No book] |
[32]ἔτι παιδείαν ὡς ὄρθρον φωτιῶ καὶ ἐκφανῶ αὐτὰ ἕως εἰς μακράν |
[No book] |
[33]ἔτι διδασκαλίαν ὡς προφητείαν ἐκχεῶ καὶ καταλείψω αὐτὴν εἰς γενεὰς αἰώνων |
[No book] |
[34]ἴδετε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα ἀλλ ἅπασιν τοῖς ἐκζητοῦσιν αὐτήν |
[No book] |