«
The Geneva Bible (1560)
Geneva
The Septuagint
LXX
[1]Open thy doors, O Lebanon, and the fire shall devour thy cedars. [1]διάνοιξον ὁ λίβανος τὰς θύρας σου καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου
[2]Howl, fir trees: for the cedar is fallen, because all the mighty are destroyed: howl ye, O oaks of Bashan, for the defensed forest is cut down. [2]ὀλολυξάτω πίτυς διότι πέπτωκεν κέδρος ὅτι μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν ὀλολύξατε δρύες τῆς βασανίτιδος ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος
[3]There is the voice of the howling of the shepherds: for their glory is destroyed: the voice of the roaring of lion's whelps: for the pride of Jordan is destroyed. [3]φωνὴ θρηνούντων ποιμένων ὅτι τεταλαιπώρηκεν ἡ μεγαλωσύνη αὐτῶν φωνὴ ὠρυομένων λεόντων ὅτι τεταλαιπώρηκεν τὸ φρύαγμα τοῦ ιορδάνου
[4]Thus saith the Lord my God, Feed the sheep of the slaughter. [4]τάδε λέγει κύριος παντοκράτωρ ποιμαίνετε τὰ πρόβατα τῆς σφαγῆς
[5]They that possess them, slay them and sin not: and they that sell them, say, Blessed be the Lord: for I am rich, and their own shepherds spare them not. [5]ἃ οἱ κτησάμενοι κατέσφαζον καὶ οὐ μετεμέλοντο καὶ οἱ πωλοῦντες αὐτὰ ἔλεγον εὐλογητὸς κύριος καὶ πεπλουτήκαμεν καὶ οἱ ποιμένες αὐτῶν οὐκ ἔπασχον οὐδὲν ἐπ αὐτοῖς
[6]Surely I will no more spare those that dwell in the land, saith the Lord: but lo, I will deliver the men everyone into his neighbor's hand, and into the hand of his king: and they shall smite the land, and out of their hands I will not deliver them. [6]διὰ τοῦτο οὐ φείσομαι οὐκέτι ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν λέγει κύριος καὶ ἰδοὺ ἐγὼ παραδίδωμι τοὺς ἀνθρώπους ἕκαστον εἰς χεῖρας τοῦ πλησίον αὐτοῦ καὶ εἰς χεῖρας βασιλέως αὐτοῦ καὶ κατακόψουσιν τὴν γῆν καὶ οὐ μὴ ἐξέλωμαι ἐκ χειρὸς αὐτῶν
[7]For I fed the sheep of slaughter, even the poor of the flock, and I took unto me two staves: the one I called Beauty, and the other I called Bands, and I fed the sheep. [7]καὶ ποιμανῶ τὰ πρόβατα τῆς σφαγῆς εἰς τὴν χαναανῖτιν καὶ λήμψομαι ἐμαυτῷ δύο ῥάβδους τὴν μίαν ἐκάλεσα κάλλος καὶ τὴν ἑτέραν ἐκάλεσα σχοίνισμα καὶ ποιμανῶ τὰ πρόβατα
[8]Three shepherds also I cut off in one month, and my soul loathed them, and their soul abhorred me. [8]καὶ ἐξαρῶ τοὺς τρεῖς ποιμένας ἐν μηνὶ ἑνί καὶ βαρυνθήσεται ἡ ψυχή μου ἐπ αὐτούς καὶ γὰρ αἱ ψυχαὶ αὐτῶν ἐπωρύοντο ἐπ ἐμέ
[9]Then said I, I will not feed you: that that dieth, let it die: and that that perisheth, let it perish: and let the remnant eat, every one the flesh of his neighbor. [9]καὶ εἶπα οὐ ποιμανῶ ὑμᾶς τὸ ἀποθνῇσκον ἀποθνῃσκέτω καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω καὶ τὰ κατάλοιπα κατεσθιέτωσαν ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ
[10]And I took my staff , even Beauty, and break it, that I might disannul my covenant, which I had made with all people. [10]καὶ λήμψομαι τὴν ῥάβδον μου τὴν καλὴν καὶ ἀπορρίψω αὐτὴν τοῦ διασκεδάσαι τὴν διαθήκην μου ἣν διεθέμην πρὸς πάντας τοὺς λαούς
[11]And it was broken in that day: and so the poor of the sheep that waited upon me, knew that it was the word of the Lord. [11]καὶ διασκεδασθήσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ γνώσονται οἱ χαναναῖοι τὰ πρόβατα τὰ φυλασσόμενα διότι λόγος κυρίου ἐστίν
[12]And I said unto them, If ye think it good, give me my wages: and if no, leave off: so they weighed for my wages thirty pieces of silver. [12]καὶ ἐρῶ πρὸς αὐτούς εἰ καλὸν ἐνώπιον ὑμῶν ἐστιν δότε στήσαντες τὸν μισθόν μου ἢ ἀπείπασθε καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς
[13]And the Lord said unto me, Cast it unto the potter: a goodly price, that I was valued at of them. And I took the thirty pieces of silver, and cast them to the potter in the house of the Lord. [13]καὶ εἶπεν κύριος πρός με κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον καὶ σκέψαι εἰ δόκιμόν ἐστιν ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν καὶ ἔλαβον τοὺς τριάκοντα ἀργυροῦς καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον κυρίου εἰς τὸ χωνευτήριον
[14]Then break I mine other staff, even the Bands, that I might dissolve the brotherhood between Judah and Israel. [14]καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν τὸ σχοίνισμα τοῦ διασκεδάσαι τὴν κατάσχεσιν ἀνὰ μέσον ιουδα καὶ ἀνὰ μέσον τοῦ ισραηλ
[15]And the Lord said unto me, Take to thee yet the instruments of a foolish shepherd. [15]καὶ εἶπεν κύριος πρός με ἔτι λαβὲ σεαυτῷ σκεύη ποιμενικὰ ποιμένος ἀπείρου
[16]For lo, I will raise up a shepherd in the land, which shall not look for the thing that is lost, nor seek the tender lambs, nor heal that that is hurt, nor feed that that standeth up: but he shall eat the flesh of the fat, and tear their claws in pieces. [16]διότι ἰδοὺ ἐγὼ ἐξεγείρω ποιμένα ἐπὶ τὴν γῆν τὸ ἐκλιμπάνον οὐ μὴ ἐπισκέψηται καὶ τὸ διεσκορπισμένον οὐ μὴ ζητήσῃ καὶ τὸ συντετριμμένον οὐ μὴ ἰάσηται καὶ τὸ ὁλόκληρον οὐ μὴ κατευθύνῃ καὶ τὰ κρέα τῶν ἐκλεκτῶν καταφάγεται καὶ τοὺς ἀστραγάλους αὐτῶν ἐκστρέψει
[17]O idol shepherd that leaveth the flock: the sword shall be upon his arm, and upon his right eye. His arm shall be clean dried up, and his right eye shall be utterly darkened. [17]ὦ οἱ ποιμαίνοντες τὰ μάταια καὶ οἱ καταλελοιπότες τὰ πρόβατα μάχαιρα ἐπὶ τοὺς βραχίονας αὐτοῦ καὶ ἐπὶ τὸν ὀφθαλμὸν τὸν δεξιὸν αὐτοῦ ὁ βραχίων αὐτοῦ ξηραινόμενος ξηρανθήσεται καὶ ὁ ὀφθαλμὸς ὁ δεξιὸς αὐτοῦ ἐκτυφλούμενος ἐκτυφλωθήσεται
Source: archive.org
Source: sacred-texts.org
Top