The Septuagint
LXX
➕
←
1 Chronicles
1Ch
3
→
[
1
]
καὶ
οὗτοι ἦσαν υἱοὶ δαυιδ οἱ τεχθέντες αὐτῷ ἐν χεβρων ὁ πρωτότοκος αμνων τῇ αχινααμ τῇ ιεζραηλίτιδι ὁ δεύτερος δανιηλ τῇ αβιγαια τῇ καρμηλίᾳ
[
2
]
ὁ
τρίτος αβεσσαλωμ υἱὸς μωχα θυγατρὸς θολμαι βασιλέως γεδσουρ ὁ τέταρτος αδωνια υἱὸς αγγιθ
[
3
]
ὁ
πέμπτος σαφατια τῆς αβιταλ ὁ ἕκτος ιεθρααμ τῇ αγλα γυναικὶ αὐτοῦ
[
4
]
ἓξ
ἐγεννήθησαν αὐτῷ ἐν χεβρων καὶ ἐβασίλευσεν ἐκεῖ ἑπτὰ ἔτη καὶ ἑξάμηνον καὶ τριάκοντα καὶ τρία ἔτη ἐβασίλευσεν ἐν ιερουσαλημ
[
5
]
καὶ
οὗτοι ἐτέχθησαν αὐτῷ ἐν ιερουσαλημ σαμαα σωβαβ ναθαν καὶ σαλωμων τέσσαρες τῇ βηρσαβεε θυγατρὶ αμιηλ
[
6
]
καὶ
ιβααρ καὶ ελισαμα καὶ ελιφαλετ
[
7
]
καὶ
ναγε καὶ ναφαγ καὶ ιανουε
[
8
]
καὶ
ελισαμα καὶ ελιαδα καὶ ελιφαλετ ἐννέα
[
9
]
πάντες
υἱοὶ δαυιδ πλὴν τῶν υἱῶν τῶν παλλακῶν καὶ θημαρ ἀδελφὴ αὐτῶν
[
10
]
υἱοὶ
σαλωμων ροβοαμ αβια υἱὸς αὐτοῦ ασα υἱὸς αὐτοῦ ιωσαφατ υἱὸς αὐτοῦ
[
11
]
ιωραμ
υἱὸς αὐτοῦ οχοζια υἱὸς αὐτοῦ ιωας υἱὸς αὐτοῦ
[
12
]
αμασιας
υἱὸς αὐτοῦ αζαρια υἱὸς αὐτοῦ ιωαθαν υἱὸς αὐτοῦ
[
13
]
αχαζ
υἱὸς αὐτοῦ εζεκιας υἱὸς αὐτοῦ μανασσης υἱὸς αὐτοῦ
[
14
]
αμων
υἱὸς αὐτοῦ ιωσια υἱὸς αὐτοῦ
[
15
]
καὶ
υἱοὶ ιωσια πρωτότοκος ιωαναν ὁ δεύτερος ιωακιμ ὁ τρίτος σεδεκια ὁ τέταρτος σαλουμ
[
16
]
καὶ
υἱοὶ ιωακιμ ιεχονιας υἱὸς αὐτοῦ σεδεκιας υἱὸς αὐτοῦ
[
17
]
καὶ
υἱοὶ ιεχονια-ασιρ σαλαθιηλ υἱὸς αὐτοῦ
[
18
]
μελχιραμ
καὶ φαδαιας καὶ σανεσαρ καὶ ιεκεμια καὶ ωσαμω καὶ δενεθι
[
19
]
καὶ
υἱοὶ σαλαθιηλ ζοροβαβελ καὶ σεμεϊ καὶ υἱοὶ ζοροβαβελ μοσολλαμος καὶ ανανια καὶ σαλωμιθ ἀδελφὴ αὐτῶν
[
20
]
καὶ
ασουβε καὶ οολ καὶ βαραχια καὶ ασαδια καὶ ασοβαεσδ πέντε
[
21
]
καὶ
υἱοὶ ανανια φαλλετια καὶ ισαια υἱὸς αὐτοῦ ραφαια υἱὸς αὐτοῦ ορνα υἱὸς αὐτοῦ αβδια υἱὸς αὐτοῦ σεχενια υἱὸς αὐτοῦ
[
22
]
καὶ
υἱὸς σεχενια σαμαια καὶ υἱοὶ σαμαια χαττους καὶ ιωηλ καὶ μαρι καὶ νωαδια καὶ σαφαθ ἕξ
[
23
]
καὶ
υἱοὶ νωαδια ελιθεναν καὶ εζεκια καὶ εζρικαμ τρεῖς
[
24
]
καὶ
υἱοὶ ελιθεναν οδουια καὶ ελιασιβ καὶ φαλαια καὶ ακουν καὶ ιωαναν καὶ δαλαια καὶ ανανι ἑπτά
Credit
Source:
sacred-texts.org
Top