[1]καὶ οὗτοι ἦσαν υἱοὶ δαυιδ οἱ τεχθέντες αὐτῷ ἐν χεβρων ὁ πρωτότοκος αμνων τῇ αχινααμ τῇ ιεζραηλίτιδι ὁ δεύτερος δανιηλ τῇ αβιγαια τῇ καρμηλίᾳ [2] τρίτος αβεσσαλωμ υἱὸς μωχα θυγατρὸς θολμαι βασιλέως γεδσουρ ὁ τέταρτος αδωνια υἱὸς αγγιθ [3] πέμπτος σαφατια τῆς αβιταλ ὁ ἕκτος ιεθρααμ τῇ αγλα γυναικὶ αὐτοῦ [4]ἓξ ἐγεννήθησαν αὐτῷ ἐν χεβρων καὶ ἐβασίλευσεν ἐκεῖ ἑπτὰ ἔτη καὶ ἑξάμηνον καὶ τριάκοντα καὶ τρία ἔτη ἐβασίλευσεν ἐν ιερουσαλημ [5]καὶ οὗτοι ἐτέχθησαν αὐτῷ ἐν ιερουσαλημ σαμαα σωβαβ ναθαν καὶ σαλωμων τέσσαρες τῇ βηρσαβεε θυγατρὶ αμιηλ [6]καὶ ιβααρ καὶ ελισαμα καὶ ελιφαλετ [7]καὶ ναγε καὶ ναφαγ καὶ ιανουε [8]καὶ ελισαμα καὶ ελιαδα καὶ ελιφαλετ ἐννέα [9]πάντες υἱοὶ δαυιδ πλὴν τῶν υἱῶν τῶν παλλακῶν καὶ θημαρ ἀδελφὴ αὐτῶν [10]υἱοὶ σαλωμων ροβοαμ αβια υἱὸς αὐτοῦ ασα υἱὸς αὐτοῦ ιωσαφατ υἱὸς αὐτοῦ [11]ιωραμ υἱὸς αὐτοῦ οχοζια υἱὸς αὐτοῦ ιωας υἱὸς αὐτοῦ [12]αμασιας υἱὸς αὐτοῦ αζαρια υἱὸς αὐτοῦ ιωαθαν υἱὸς αὐτοῦ [13]αχαζ υἱὸς αὐτοῦ εζεκιας υἱὸς αὐτοῦ μανασσης υἱὸς αὐτοῦ [14]αμων υἱὸς αὐτοῦ ιωσια υἱὸς αὐτοῦ [15]καὶ υἱοὶ ιωσια πρωτότοκος ιωαναν ὁ δεύτερος ιωακιμ ὁ τρίτος σεδεκια ὁ τέταρτος σαλουμ [16]καὶ υἱοὶ ιωακιμ ιεχονιας υἱὸς αὐτοῦ σεδεκιας υἱὸς αὐτοῦ [17]καὶ υἱοὶ ιεχονια-ασιρ σαλαθιηλ υἱὸς αὐτοῦ [18]μελχιραμ καὶ φαδαιας καὶ σανεσαρ καὶ ιεκεμια καὶ ωσαμω καὶ δενεθι [19]καὶ υἱοὶ σαλαθιηλ ζοροβαβελ καὶ σεμεϊ καὶ υἱοὶ ζοροβαβελ μοσολλαμος καὶ ανανια καὶ σαλωμιθ ἀδελφὴ αὐτῶν [20]καὶ ασουβε καὶ οολ καὶ βαραχια καὶ ασαδια καὶ ασοβαεσδ πέντε [21]καὶ υἱοὶ ανανια φαλλετια καὶ ισαια υἱὸς αὐτοῦ ραφαια υἱὸς αὐτοῦ ορνα υἱὸς αὐτοῦ αβδια υἱὸς αὐτοῦ σεχενια υἱὸς αὐτοῦ [22]καὶ υἱὸς σεχενια σαμαια καὶ υἱοὶ σαμαια χαττους καὶ ιωηλ καὶ μαρι καὶ νωαδια καὶ σαφαθ ἕξ [23]καὶ υἱοὶ νωαδια ελιθεναν καὶ εζεκια καὶ εζρικαμ τρεῖς [24]καὶ υἱοὶ ελιθεναν οδουια καὶ ελιασιβ καὶ φαλαια καὶ ακουν καὶ ιωαναν καὶ δαλαια καὶ ανανι ἑπτά
Credit

Source: sacred-texts.org
Top