[1]καὶ ὁ βασιλεὺς ἀντίοχος διεπορεύετο τὰς ἐπάνω χώρας καὶ ἤκουσεν ὅτι ἐστὶν ἐλυμαῒς ἐν τῇ περσίδι πόλις ἔνδοξος πλούτῳ ἀργυρίῳ καὶ χρυσίῳ [2]καὶ τὸ ἱερὸν τὸ ἐν αὐτῇ πλούσιον σφόδρα καὶ ἐκεῖ καλύμματα χρυσᾶ καὶ θώρακες καὶ ὅπλα ἃ κατέλιπεν ἐκεῖ ἀλέξανδρος ὁ τοῦ φιλίππου ὁ βασιλεὺς ὁ μακεδών ὃς ἐβασίλευσεν πρῶτος ἐν τοῖς ἕλλησι [3]καὶ ἦλθεν καὶ ἐζήτει καταλαβέσθαι τὴν πόλιν καὶ προνομεῦσαι αὐτήν καὶ οὐκ ἠδυνάσθη ὅτι ἐγνώσθη ὁ λόγος τοῖς ἐκ τῆς πόλεως [4]καὶ ἀντέστησαν αὐτῷ εἰς πόλεμον καὶ ἔφυγεν καὶ ἀπῆρεν ἐκεῖθεν μετὰ λύπης μεγάλης ἀποστρέψαι εἰς βαβυλῶνα [5]καὶ ἦλθέν τις ἀπαγγέλλων αὐτῷ εἰς τὴν περσίδα ὅτι τετρόπωνται αἱ παρεμβολαὶ αἱ πορευθεῖσαι εἰς γῆν ιουδα [6]καὶ ἐπορεύθη λυσίας δυνάμει ἰσχυρᾷ ἐν πρώτοις καὶ ἐνετράπη ἀπὸ προσώπου αὐτῶν καὶ ἐπίσχυσαν ὅπλοις καὶ δυνάμει καὶ σκύλοις πολλοῖς οἷς ἔλαβον ἀπὸ τῶν παρεμβολῶν ὧν ἐξέκοψαν [7]καὶ καθεῖλον τὸ βδέλυγμα ὃ ᾠκοδόμησεν ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν ιερουσαλημ καὶ τὸ ἁγίασμα καθὼς τὸ πρότερον ἐκύκλωσαν τείχεσιν ὑψηλοῖς καὶ τὴν βαιθσουραν πόλιν αὐτοῦ [8]καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους τούτους ἐθαμβήθη καὶ ἐσαλεύθη σφόδρα καὶ ἔπεσεν ἐπὶ τὴν κοίτην καὶ ἐνέπεσεν εἰς ἀρρωστίαν ἀπὸ τῆς λύπης ὅτι οὐκ ἐγένετο αὐτῷ καθὼς ἐνεθυμεῖτο [9]καὶ ἦν ἐκεῖ ἡμέρας πλείους ὅτι ἀνεκαινίσθη ἐπ αὐτὸν λύπη μεγάλη καὶ ἐλογίσατο ὅτι ἀποθνῄσκει [10]καὶ ἐκάλεσεν πάντας τοὺς φίλους αὐτοῦ καὶ εἶπεν πρὸς αὐτούς ἀφίσταται ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου καὶ συμπέπτωκα τῇ καρδίᾳ ἀπὸ τῆς μερίμνης [11]καὶ εἶπα τῇ καρδίᾳ ἕως τίνος θλίψεως ἦλθα καὶ κλύδωνος μεγάλου ἐν ᾧ νῦν εἰμι ὅτι χρηστὸς καὶ ἀγαπώμενος ἤμην ἐν τῇ ἐξουσίᾳ μου [12]νῦν δὲ μιμνῄσκομαι τῶν κακῶν ὧν ἐποίησα ἐν ιερουσαλημ καὶ ἔλαβον πάντα τὰ σκεύη τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ τὰ ἐν αὐτῇ καὶ ἐξαπέστειλα ἐξᾶραι τοὺς κατοικοῦντας ιουδα διὰ κενῆς [13]ἔγνων ὅτι χάριν τούτων εὗρέν με τὰ κακὰ ταῦτα καὶ ἰδοὺ ἀπόλλυμαι λύπῃ μεγάλῃ ἐν γῇ ἀλλοτρίᾳ [14]καὶ ἐκάλεσεν φίλιππον ἕνα τῶν φίλων αὐτοῦ καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης τῆς βασιλείας αὐτοῦ [15]καὶ ἔδωκεν αὐτῷ τὸ διάδημα καὶ τὴν στολὴν αὐτοῦ καὶ τὸν δακτύλιον τοῦ ἀγαγεῖν ἀντίοχον τὸν υἱὸν αὐτοῦ καὶ ἐκθρέψαι αὐτὸν τοῦ βασιλεύειν [16]καὶ ἀπέθανεν ἐκεῖ ἀντίοχος ὁ βασιλεὺς ἔτους ἐνάτου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ [17]καὶ ἐπέγνω λυσίας ὅτι τέθνηκεν ὁ βασιλεύς καὶ κατέστησεν βασιλεύειν ἀντίοχον τὸν υἱὸν αὐτοῦ ὃν ἐξέθρεψεν νεώτερον καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ εὐπάτωρ [18]καὶ οἱ ἐκ τῆς ἄκρας ἦσαν συγκλείοντες τὸν ισραηλ κύκλῳ τῶν ἁγίων καὶ ζητοῦντες κακὰ δι ὅλου καὶ στήριγμα τοῖς ἔθνεσιν [19]καὶ ἐλογίσατο ιουδας ἐξᾶραι αὐτοὺς καὶ ἐξεκκλησίασε πάντα τὸν λαὸν τοῦ περικαθίσαι ἐπ αὐτούς [20]καὶ συνήχθησαν ἅμα καὶ περιεκάθισαν ἐπ αὐτὴν ἔτους πεντηκοστοῦ καὶ ἑκατοστοῦ καὶ ἐποίησεν βελοστάσεις καὶ μηχανάς [21]καὶ ἐξῆλθον ἐξ αὐτῶν ἐκ τοῦ συγκλεισμοῦ καὶ ἐκολλήθησαν αὐτοῖς τινες τῶν ἀσεβῶν ἐξ ισραηλ [22]καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα καὶ εἶπον ἕως πότε οὐ ποιήσῃ κρίσιν καὶ ἐκδικήσεις τοὺς ἀδελφοὺς ἡμῶν [23]ἡμεῖς εὐδοκοῦμεν δουλεύειν τῷ πατρί σου καὶ πορεύεσθαι τοῖς ὑπ αὐτοῦ λεγομένοις καὶ κατακολουθεῖν τοῖς προστάγμασιν αὐτοῦ [24]καὶ περιεκάθηντο ἐπ αὐτὴν οἱ υἱοὶ τοῦ λαοῦ ἡμῶν χάριν τούτου καὶ ἠλλοτριοῦντο ἀφ ἡμῶν πλὴν ὅσοι εὑρίσκοντο ἐξ ἡμῶν ἐθανατοῦντο καὶ αἱ κληρονομίαι ἡμῶν διηρπάζοντο [25]καὶ οὐκ ἐφ ἡμᾶς μόνον ἐξέτειναν χεῖρα ἀλλὰ καὶ ἐπὶ πάντα τὰ ὅρια αὐτῶν [26]καὶ ἰδοὺ παρεμβεβλήκασι σήμερον ἐπὶ τὴν ἄκραν ἐν ιερουσαλημ τοῦ καταλαβέσθαι αὐτήν καὶ τὸ ἁγίασμα καὶ τὴν βαιθσουραν ὠχύρωσαν [27]καὶ ἐὰν μὴ προκαταλάβῃ αὐτοὺς διὰ τάχους μείζονα τούτων ποιήσουσιν καὶ οὐ δυνήσῃ τοῦ κατασχεῖν αὐτῶν [28]καὶ ὠργίσθη ὁ βασιλεύς ὅτε ἤκουσεν καὶ συνήγαγεν πάντας τοὺς φίλους αὐτοῦ ἄρχοντας δυνάμεως αὐτοῦ καὶ τοὺς ἐπὶ τῶν ἡνιῶν [29]καὶ ἀπὸ βασιλειῶν ἑτέρων καὶ ἀπὸ νήσων θαλασσῶν ἦλθον πρὸς αὐτὸν δυνάμεις μισθωταί [30]καὶ ἦν ὁ ἀριθμὸς τῶν δυνάμεων αὐτοῦ ἑκατὸν χιλιάδες πεζῶν καὶ εἴκοσι χιλιάδες ἱππέων καὶ ἐλέφαντες δύο καὶ τριάκοντα εἰδότες πόλεμον [31]καὶ ἦλθον διὰ τῆς ιδουμαίας καὶ παρενέβαλον ἐπὶ βαιθσουραν καὶ ἐπολέμησαν ἡμέρας πολλὰς καὶ ἐποίησαν μηχανάς καὶ ἐξῆλθον καὶ ἐνεπύρισαν αὐτὰς πυρὶ καὶ ἐπολέμησαν ἀνδρωδῶς [32]καὶ ἀπῆρεν ιουδας ἀπὸ τῆς ἄκρας καὶ παρενέβαλεν εἰς βαιθζαχαρια ἀπέναντι τῆς παρεμβολῆς τοῦ βασιλέως [33]καὶ ὤρθρισεν ὁ βασιλεὺς τὸ πρωὶ καὶ ἀπῆρεν τὴν παρεμβολὴν ἐν ὁρμήματι αὐτῆς κατὰ τὴν ὁδὸν βαιθζαχαρια καὶ διεσκευάσθησαν αἱ δυνάμεις εἰς τὸν πόλεμον καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν [34]καὶ τοῖς ἐλέφασιν ἔδειξαν αἷμα σταφυλῆς καὶ μόρων τοῦ παραστῆσαι αὐτοὺς εἰς τὸν πόλεμον [35]καὶ διεῖλον τὰ θηρία εἰς τὰς φάλαγγας καὶ παρέστησαν ἑκάστῳ ἐλέφαντι χιλίους ἄνδρας τεθωρακισμένους ἐν ἁλυσιδωτοῖς καὶ περικεφαλαῖαι χαλκαῖ ἐπὶ τῶν κεφαλῶν αὐτῶν καὶ πεντακοσία ἵππος διατεταγμένη ἑκάστῳ θηρίῳ ἐκλελεγμένη [36]οὗτοι πρὸ καιροῦ οὗ ἂν ᾖ τὸ θηρίον ἦσαν καὶ οὗ ἐὰν ἐπορεύετο ἐπορεύοντο ἅμα οὐκ ἀφίσταντο ἀπ αὐτοῦ [37]καὶ πύργοι ξύλινοι ἐπ αὐτοὺς ὀχυροὶ σκεπαζόμενοι ἐφ ἑκάστου θηρίου ἐζωσμένοι ἐπ αὐτοῦ μηχαναῖς καὶ ἐφ ἑκάστου ἄνδρες δυνάμεως τέσσαρες οἱ πολεμοῦντες ἐπ αὐτοῖς καὶ ὁ ἰνδὸς αὐτοῦ [38]καὶ τὴν ἐπίλοιπον ἵππον ἔνθεν καὶ ἔνθεν ἔστησεν ἐπὶ τὰ δύο μέρη τῆς παρεμβολῆς κατασείοντες καὶ καταφρασσόμενοι ἐν ταῖς φάλαγξιν [39]ὡς δὲ ἔστιλβεν ὁ ἥλιος ἐπὶ τὰς χρυσᾶς καὶ χαλκᾶς ἀσπίδας ἔστιλβεν τὰ ὄρη ἀπ αὐτῶν καὶ κατηύγαζεν ὡς λαμπάδες πυρός [40]καὶ ἐξετάθη μέρος τι τῆς παρεμβολῆς τοῦ βασιλέως ἐπὶ τὰ ὑψηλὰ ὄρη καί τινες ἐπὶ τὰ ταπεινά καὶ ἤρχοντο ἀσφαλῶς καὶ τεταγμένως [41]καὶ ἐσαλεύοντο πάντες οἱ ἀκούοντες φωνῆς πλήθους αὐτῶν καὶ ὁδοιπορίας τοῦ πλήθους καὶ συγκρουσμοῦ τῶν ὅπλων ἦν γὰρ ἡ παρεμβολὴ μεγάλη σφόδρα καὶ ἰσχυρά [42]καὶ ἤγγισεν ιουδας καὶ ἡ παρεμβολὴ αὐτοῦ εἰς παράταξιν καὶ ἔπεσον ἀπὸ τῆς παρεμβολῆς τοῦ βασιλέως ἑξακόσιοι ἄνδρες [43]καὶ εἶδεν ελεαζαρος ὁ αυαραν ἓν τῶν θηρίων τεθωρακισμένον θώραξιν βασιλικοῖς καὶ ἦν ὑπεράγον πάντα τὰ θηρία καὶ ᾠήθη ὅτι ἐν αὐτῷ ἐστιν ὁ βασιλεύς [44]καὶ ἔδωκεν ἑαυτὸν τοῦ σῶσαι τὸν λαὸν αὐτοῦ καὶ περιποιῆσαι ἑαυτῷ ὄνομα αἰώνιον [45]καὶ ἐπέδραμεν αὐτῷ θράσει εἰς μέσον τῆς φάλαγγος καὶ ἐθανάτου δεξιὰ καὶ εὐώνυμα καὶ ἐσχίζοντο ἀπ αὐτοῦ ἔνθα καὶ ἔνθα [46]καὶ εἰσέδυ ὑπὸ τὸν ἐλέφαντα καὶ ὑπέθηκεν αὐτῷ καὶ ἀνεῖλεν αὐτόν καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἐπάνω αὐτοῦ καὶ ἀπέθανεν ἐκεῖ [47]καὶ εἶδον τὴν ἰσχὺν τῆς βασιλείας καὶ τὸ ὅρμημα τῶν δυνάμεων καὶ ἐξέκλιναν ἀπ αὐτῶν [48]οἱ δὲ ἐκ τῆς παρεμβολῆς τοῦ βασιλέως ἀνέβαινον εἰς συνάντησιν αὐτῶν εἰς ιερουσαλημ καὶ παρενέβαλεν ὁ βασιλεὺς εἰς τὴν ιουδαίαν καὶ εἰς τὸ ὄρος σιων [49]καὶ ἐποίησεν εἰρήνην μετὰ τῶν ἐκ βαιθσουρων καὶ ἐξῆλθον ἐκ τῆς πόλεως ὅτι οὐκ ἦν αὐτοῖς ἐκεῖ διατροφὴ τοῦ συγκεκλεῖσθαι ἐν αὐτῇ ὅτι σάββατον ἦν τῇ γῇ [50]καὶ κατελάβετο ὁ βασιλεὺς τὴν βαιθσουραν καὶ ἀπέταξεν ἐκεῖ φρουρὰν τηρεῖν αὐτήν [51]καὶ παρενέβαλεν ἐπὶ τὸ ἁγίασμα ἡμέρας πολλὰς καὶ ἔστησεν ἐκεῖ βελοστάσεις καὶ μηχανὰς καὶ πυροβόλα καὶ λιθοβόλα καὶ σκορπίδια εἰς τὸ βάλλεσθαι βέλη καὶ σφενδόνας [52]καὶ ἐποίησαν καὶ αὐτοὶ μηχανὰς πρὸς τὰς μηχανὰς αὐτῶν καὶ ἐπολέμησαν ἡμέρας πολλάς [53]βρώματα δὲ οὐκ ἦν ἐν τοῖς ἀγγείοις διὰ τὸ ἕβδομον ἔτος εἶναι καὶ οἱ ἀνασῳζόμενοι εἰς τὴν ιουδαίαν ἀπὸ τῶν ἐθνῶν κατέφαγον τὸ ὑπόλειμμα τῆς παραθέσεως [54]καὶ ὑπελείφθησαν ἐν τοῖς ἁγίοις ἄνδρες ὀλίγοι ὅτι κατεκράτησεν αὐτῶν ὁ λιμός καὶ ἐσκορπίσθησαν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ [55]καὶ ἤκουσεν λυσίας ὅτι φίλιππος ὃν κατέστησεν ὁ βασιλεὺς ἀντίοχος ἔτι ζῶντος αὐτοῦ ἐκθρέψαι ἀντίοχον τὸν υἱὸν αὐτοῦ εἰς τὸ βασιλεῦσαι αὐτόν [56]ἀπέστρεψεν ἀπὸ τῆς περσίδος καὶ μηδίας καὶ αἱ δυνάμεις αἱ πορευθεῖσαι μετὰ τοῦ βασιλέως μετ αὐτοῦ καὶ ὅτι ζητεῖ παραλαβεῖν τὰ τῶν πραγμάτων [57]καὶ κατέσπευδεν καὶ ἐπένευσεν τοῦ ἀπελθεῖν καὶ εἶπεν πρὸς τὸν βασιλέα καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως καὶ τοὺς ἄνδρας ἐκλείπομεν καθ ἡμέραν καὶ ἡ τροφὴ ἡμῖν ὀλίγη καὶ ὁ τόπος οὗ παρεμβάλλομέν ἐστιν ὀχυρός καὶ ἐπίκειται ἡμῖν τὰ τῆς βασιλείας [58]νῦν οὖν δῶμεν δεξιὰς τοῖς ἀνθρώποις τούτοις καὶ ποιήσωμεν μετ αὐτῶν εἰρήνην καὶ μετὰ παντὸς ἔθνους αὐτῶν [59]καὶ στήσωμεν αὐτοῖς τοῦ πορεύεσθαι τοῖς νομίμοις αὐτῶν ὡς τὸ πρότερον χάριν γὰρ τῶν νομίμων αὐτῶν ὧν διεσκεδάσαμεν ὠργίσθησαν καὶ ἐποίησαν ταῦτα πάντα [60]καὶ ἤρεσεν ὁ λόγος ἐναντίον τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ ἀπέστειλεν πρὸς αὐτοὺς εἰρηνεῦσαι καὶ ἐπεδέξαντο [61]καὶ ὤμοσεν αὐτοῖς ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες ἐπὶ τούτοις ἐξῆλθον ἐκ τοῦ ὀχυρώματος [62]καὶ εἰσῆλθεν ὁ βασιλεὺς εἰς ὄρος σιων καὶ εἶδεν τὸ ὀχύρωμα τοῦ τόπου καὶ ἠθέτησεν τὸν ὁρκισμόν ὃν ὤμοσεν καὶ ἐνετείλατο καθελεῖν τὸ τεῖχος κυκλόθεν [63]καὶ ἀπῆρεν κατὰ σπουδὴν καὶ ἀπέστρεψεν εἰς ἀντιόχειαν καὶ εὗρεν φίλιππον κυριεύοντα τῆς πόλεως καὶ ἐπολέμησεν πρὸς αὐτὸν καὶ κατελάβετο τὴν πόλιν βίᾳ
Credit

Source: sacred-texts.org
Top