The Septuagint
LXX
➕
←
1 Maccabees
1Ma
6
→
[
1
]
καὶ
ὁ βασιλεὺς ἀντίοχος διεπορεύετο τὰς ἐπάνω χώρας καὶ ἤκουσεν ὅτι ἐστὶν ἐλυμαῒς ἐν τῇ περσίδι πόλις ἔνδοξος πλούτῳ ἀργυρίῳ καὶ χρυσίῳ
[
2
]
καὶ
τὸ ἱερὸν τὸ ἐν αὐτῇ πλούσιον σφόδρα καὶ ἐκεῖ καλύμματα χρυσᾶ καὶ θώρακες καὶ ὅπλα ἃ κατέλιπεν ἐκεῖ ἀλέξανδρος ὁ τοῦ φιλίππου ὁ βασιλεὺς ὁ μακεδών ὃς ἐβασίλευσεν πρῶτος ἐν τοῖς ἕλλησι
[
3
]
καὶ
ἦλθεν καὶ ἐζήτει καταλαβέσθαι τὴν πόλιν καὶ προνομεῦσαι αὐτήν καὶ οὐκ ἠδυνάσθη ὅτι ἐγνώσθη ὁ λόγος τοῖς ἐκ τῆς πόλεως
[
4
]
καὶ
ἀντέστησαν αὐτῷ εἰς πόλεμον καὶ ἔφυγεν καὶ ἀπῆρεν ἐκεῖθεν μετὰ λύπης μεγάλης ἀποστρέψαι εἰς βαβυλῶνα
[
5
]
καὶ
ἦλθέν τις ἀπαγγέλλων αὐτῷ εἰς τὴν περσίδα ὅτι τετρόπωνται αἱ παρεμβολαὶ αἱ πορευθεῖσαι εἰς γῆν ιουδα
[
6
]
καὶ
ἐπορεύθη λυσίας δυνάμει ἰσχυρᾷ ἐν πρώτοις καὶ ἐνετράπη ἀπὸ προσώπου αὐτῶν καὶ ἐπίσχυσαν ὅπλοις καὶ δυνάμει καὶ σκύλοις πολλοῖς οἷς ἔλαβον ἀπὸ τῶν παρεμβολῶν ὧν ἐξέκοψαν
[
7
]
καὶ
καθεῖλον τὸ βδέλυγμα ὃ ᾠκοδόμησεν ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν ιερουσαλημ καὶ τὸ ἁγίασμα καθὼς τὸ πρότερον ἐκύκλωσαν τείχεσιν ὑψηλοῖς καὶ τὴν βαιθσουραν πόλιν αὐτοῦ
[
8
]
καὶ
ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους τούτους ἐθαμβήθη καὶ ἐσαλεύθη σφόδρα καὶ ἔπεσεν ἐπὶ τὴν κοίτην καὶ ἐνέπεσεν εἰς ἀρρωστίαν ἀπὸ τῆς λύπης ὅτι οὐκ ἐγένετο αὐτῷ καθὼς ἐνεθυμεῖτο
[
9
]
καὶ
ἦν ἐκεῖ ἡμέρας πλείους ὅτι ἀνεκαινίσθη ἐπ αὐτὸν λύπη μεγάλη καὶ ἐλογίσατο ὅτι ἀποθνῄσκει
[
10
]
καὶ
ἐκάλεσεν πάντας τοὺς φίλους αὐτοῦ καὶ εἶπεν πρὸς αὐτούς ἀφίσταται ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου καὶ συμπέπτωκα τῇ καρδίᾳ ἀπὸ τῆς μερίμνης
[
11
]
καὶ
εἶπα τῇ καρδίᾳ ἕως τίνος θλίψεως ἦλθα καὶ κλύδωνος μεγάλου ἐν ᾧ νῦν εἰμι ὅτι χρηστὸς καὶ ἀγαπώμενος ἤμην ἐν τῇ ἐξουσίᾳ μου
[
12
]
νῦν
δὲ μιμνῄσκομαι τῶν κακῶν ὧν ἐποίησα ἐν ιερουσαλημ καὶ ἔλαβον πάντα τὰ σκεύη τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ τὰ ἐν αὐτῇ καὶ ἐξαπέστειλα ἐξᾶραι τοὺς κατοικοῦντας ιουδα διὰ κενῆς
[
13
]
ἔγνων
ὅτι χάριν τούτων εὗρέν με τὰ κακὰ ταῦτα καὶ ἰδοὺ ἀπόλλυμαι λύπῃ μεγάλῃ ἐν γῇ ἀλλοτρίᾳ
[
14
]
καὶ
ἐκάλεσεν φίλιππον ἕνα τῶν φίλων αὐτοῦ καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης τῆς βασιλείας αὐτοῦ
[
15
]
καὶ
ἔδωκεν αὐτῷ τὸ διάδημα καὶ τὴν στολὴν αὐτοῦ καὶ τὸν δακτύλιον τοῦ ἀγαγεῖν ἀντίοχον τὸν υἱὸν αὐτοῦ καὶ ἐκθρέψαι αὐτὸν τοῦ βασιλεύειν
[
16
]
καὶ
ἀπέθανεν ἐκεῖ ἀντίοχος ὁ βασιλεὺς ἔτους ἐνάτου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ
[
17
]
καὶ
ἐπέγνω λυσίας ὅτι τέθνηκεν ὁ βασιλεύς καὶ κατέστησεν βασιλεύειν ἀντίοχον τὸν υἱὸν αὐτοῦ ὃν ἐξέθρεψεν νεώτερον καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ εὐπάτωρ
[
18
]
καὶ
οἱ ἐκ τῆς ἄκρας ἦσαν συγκλείοντες τὸν ισραηλ κύκλῳ τῶν ἁγίων καὶ ζητοῦντες κακὰ δι ὅλου καὶ στήριγμα τοῖς ἔθνεσιν
[
19
]
καὶ
ἐλογίσατο ιουδας ἐξᾶραι αὐτοὺς καὶ ἐξεκκλησίασε πάντα τὸν λαὸν τοῦ περικαθίσαι ἐπ αὐτούς
[
20
]
καὶ
συνήχθησαν ἅμα καὶ περιεκάθισαν ἐπ αὐτὴν ἔτους πεντηκοστοῦ καὶ ἑκατοστοῦ καὶ ἐποίησεν βελοστάσεις καὶ μηχανάς
[
21
]
καὶ
ἐξῆλθον ἐξ αὐτῶν ἐκ τοῦ συγκλεισμοῦ καὶ ἐκολλήθησαν αὐτοῖς τινες τῶν ἀσεβῶν ἐξ ισραηλ
[
22
]
καὶ
ἐπορεύθησαν πρὸς τὸν βασιλέα καὶ εἶπον ἕως πότε οὐ ποιήσῃ κρίσιν καὶ ἐκδικήσεις τοὺς ἀδελφοὺς ἡμῶν
[
23
]
ἡμεῖς
εὐδοκοῦμεν δουλεύειν τῷ πατρί σου καὶ πορεύεσθαι τοῖς ὑπ αὐτοῦ λεγομένοις καὶ κατακολουθεῖν τοῖς προστάγμασιν αὐτοῦ
[
24
]
καὶ
περιεκάθηντο ἐπ αὐτὴν οἱ υἱοὶ τοῦ λαοῦ ἡμῶν χάριν τούτου καὶ ἠλλοτριοῦντο ἀφ ἡμῶν πλὴν ὅσοι εὑρίσκοντο ἐξ ἡμῶν ἐθανατοῦντο καὶ αἱ κληρονομίαι ἡμῶν διηρπάζοντο
[
25
]
καὶ
οὐκ ἐφ ἡμᾶς μόνον ἐξέτειναν χεῖρα ἀλλὰ καὶ ἐπὶ πάντα τὰ ὅρια αὐτῶν
[
26
]
καὶ
ἰδοὺ παρεμβεβλήκασι σήμερον ἐπὶ τὴν ἄκραν ἐν ιερουσαλημ τοῦ καταλαβέσθαι αὐτήν καὶ τὸ ἁγίασμα καὶ τὴν βαιθσουραν ὠχύρωσαν
[
27
]
καὶ
ἐὰν μὴ προκαταλάβῃ αὐτοὺς διὰ τάχους μείζονα τούτων ποιήσουσιν καὶ οὐ δυνήσῃ τοῦ κατασχεῖν αὐτῶν
[
28
]
καὶ
ὠργίσθη ὁ βασιλεύς ὅτε ἤκουσεν καὶ συνήγαγεν πάντας τοὺς φίλους αὐτοῦ ἄρχοντας δυνάμεως αὐτοῦ καὶ τοὺς ἐπὶ τῶν ἡνιῶν
[
29
]
καὶ
ἀπὸ βασιλειῶν ἑτέρων καὶ ἀπὸ νήσων θαλασσῶν ἦλθον πρὸς αὐτὸν δυνάμεις μισθωταί
[
30
]
καὶ
ἦν ὁ ἀριθμὸς τῶν δυνάμεων αὐτοῦ ἑκατὸν χιλιάδες πεζῶν καὶ εἴκοσι χιλιάδες ἱππέων καὶ ἐλέφαντες δύο καὶ τριάκοντα εἰδότες πόλεμον
[
31
]
καὶ
ἦλθον διὰ τῆς ιδουμαίας καὶ παρενέβαλον ἐπὶ βαιθσουραν καὶ ἐπολέμησαν ἡμέρας πολλὰς καὶ ἐποίησαν μηχανάς καὶ ἐξῆλθον καὶ ἐνεπύρισαν αὐτὰς πυρὶ καὶ ἐπολέμησαν ἀνδρωδῶς
[
32
]
καὶ
ἀπῆρεν ιουδας ἀπὸ τῆς ἄκρας καὶ παρενέβαλεν εἰς βαιθζαχαρια ἀπέναντι τῆς παρεμβολῆς τοῦ βασιλέως
[
33
]
καὶ
ὤρθρισεν ὁ βασιλεὺς τὸ πρωὶ καὶ ἀπῆρεν τὴν παρεμβολὴν ἐν ὁρμήματι αὐτῆς κατὰ τὴν ὁδὸν βαιθζαχαρια καὶ διεσκευάσθησαν αἱ δυνάμεις εἰς τὸν πόλεμον καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν
[
34
]
καὶ
τοῖς ἐλέφασιν ἔδειξαν αἷμα σταφυλῆς καὶ μόρων τοῦ παραστῆσαι αὐτοὺς εἰς τὸν πόλεμον
[
35
]
καὶ
διεῖλον τὰ θηρία εἰς τὰς φάλαγγας καὶ παρέστησαν ἑκάστῳ ἐλέφαντι χιλίους ἄνδρας τεθωρακισμένους ἐν ἁλυσιδωτοῖς καὶ περικεφαλαῖαι χαλκαῖ ἐπὶ τῶν κεφαλῶν αὐτῶν καὶ πεντακοσία ἵππος διατεταγμένη ἑκάστῳ θηρίῳ ἐκλελεγμένη
[
36
]
οὗτοι
πρὸ καιροῦ οὗ ἂν ᾖ τὸ θηρίον ἦσαν καὶ οὗ ἐὰν ἐπορεύετο ἐπορεύοντο ἅμα οὐκ ἀφίσταντο ἀπ αὐτοῦ
[
37
]
καὶ
πύργοι ξύλινοι ἐπ αὐτοὺς ὀχυροὶ σκεπαζόμενοι ἐφ ἑκάστου θηρίου ἐζωσμένοι ἐπ αὐτοῦ μηχαναῖς καὶ ἐφ ἑκάστου ἄνδρες δυνάμεως τέσσαρες οἱ πολεμοῦντες ἐπ αὐτοῖς καὶ ὁ ἰνδὸς αὐτοῦ
[
38
]
καὶ
τὴν ἐπίλοιπον ἵππον ἔνθεν καὶ ἔνθεν ἔστησεν ἐπὶ τὰ δύο μέρη τῆς παρεμβολῆς κατασείοντες καὶ καταφρασσόμενοι ἐν ταῖς φάλαγξιν
[
39
]
ὡς
δὲ ἔστιλβεν ὁ ἥλιος ἐπὶ τὰς χρυσᾶς καὶ χαλκᾶς ἀσπίδας ἔστιλβεν τὰ ὄρη ἀπ αὐτῶν καὶ κατηύγαζεν ὡς λαμπάδες πυρός
[
40
]
καὶ
ἐξετάθη μέρος τι τῆς παρεμβολῆς τοῦ βασιλέως ἐπὶ τὰ ὑψηλὰ ὄρη καί τινες ἐπὶ τὰ ταπεινά καὶ ἤρχοντο ἀσφαλῶς καὶ τεταγμένως
[
41
]
καὶ
ἐσαλεύοντο πάντες οἱ ἀκούοντες φωνῆς πλήθους αὐτῶν καὶ ὁδοιπορίας τοῦ πλήθους καὶ συγκρουσμοῦ τῶν ὅπλων ἦν γὰρ ἡ παρεμβολὴ μεγάλη σφόδρα καὶ ἰσχυρά
[
42
]
καὶ
ἤγγισεν ιουδας καὶ ἡ παρεμβολὴ αὐτοῦ εἰς παράταξιν καὶ ἔπεσον ἀπὸ τῆς παρεμβολῆς τοῦ βασιλέως ἑξακόσιοι ἄνδρες
[
43
]
καὶ
εἶδεν ελεαζαρος ὁ αυαραν ἓν τῶν θηρίων τεθωρακισμένον θώραξιν βασιλικοῖς καὶ ἦν ὑπεράγον πάντα τὰ θηρία καὶ ᾠήθη ὅτι ἐν αὐτῷ ἐστιν ὁ βασιλεύς
[
44
]
καὶ
ἔδωκεν ἑαυτὸν τοῦ σῶσαι τὸν λαὸν αὐτοῦ καὶ περιποιῆσαι ἑαυτῷ ὄνομα αἰώνιον
[
45
]
καὶ
ἐπέδραμεν αὐτῷ θράσει εἰς μέσον τῆς φάλαγγος καὶ ἐθανάτου δεξιὰ καὶ εὐώνυμα καὶ ἐσχίζοντο ἀπ αὐτοῦ ἔνθα καὶ ἔνθα
[
46
]
καὶ
εἰσέδυ ὑπὸ τὸν ἐλέφαντα καὶ ὑπέθηκεν αὐτῷ καὶ ἀνεῖλεν αὐτόν καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἐπάνω αὐτοῦ καὶ ἀπέθανεν ἐκεῖ
[
47
]
καὶ
εἶδον τὴν ἰσχὺν τῆς βασιλείας καὶ τὸ ὅρμημα τῶν δυνάμεων καὶ ἐξέκλιναν ἀπ αὐτῶν
[
48
]
οἱ
δὲ ἐκ τῆς παρεμβολῆς τοῦ βασιλέως ἀνέβαινον εἰς συνάντησιν αὐτῶν εἰς ιερουσαλημ καὶ παρενέβαλεν ὁ βασιλεὺς εἰς τὴν ιουδαίαν καὶ εἰς τὸ ὄρος σιων
[
49
]
καὶ
ἐποίησεν εἰρήνην μετὰ τῶν ἐκ βαιθσουρων καὶ ἐξῆλθον ἐκ τῆς πόλεως ὅτι οὐκ ἦν αὐτοῖς ἐκεῖ διατροφὴ τοῦ συγκεκλεῖσθαι ἐν αὐτῇ ὅτι σάββατον ἦν τῇ γῇ
[
50
]
καὶ
κατελάβετο ὁ βασιλεὺς τὴν βαιθσουραν καὶ ἀπέταξεν ἐκεῖ φρουρὰν τηρεῖν αὐτήν
[
51
]
καὶ
παρενέβαλεν ἐπὶ τὸ ἁγίασμα ἡμέρας πολλὰς καὶ ἔστησεν ἐκεῖ βελοστάσεις καὶ μηχανὰς καὶ πυροβόλα καὶ λιθοβόλα καὶ σκορπίδια εἰς τὸ βάλλεσθαι βέλη καὶ σφενδόνας
[
52
]
καὶ
ἐποίησαν καὶ αὐτοὶ μηχανὰς πρὸς τὰς μηχανὰς αὐτῶν καὶ ἐπολέμησαν ἡμέρας πολλάς
[
53
]
βρώματα
δὲ οὐκ ἦν ἐν τοῖς ἀγγείοις διὰ τὸ ἕβδομον ἔτος εἶναι καὶ οἱ ἀνασῳζόμενοι εἰς τὴν ιουδαίαν ἀπὸ τῶν ἐθνῶν κατέφαγον τὸ ὑπόλειμμα τῆς παραθέσεως
[
54
]
καὶ
ὑπελείφθησαν ἐν τοῖς ἁγίοις ἄνδρες ὀλίγοι ὅτι κατεκράτησεν αὐτῶν ὁ λιμός καὶ ἐσκορπίσθησαν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ
[
55
]
καὶ
ἤκουσεν λυσίας ὅτι φίλιππος ὃν κατέστησεν ὁ βασιλεὺς ἀντίοχος ἔτι ζῶντος αὐτοῦ ἐκθρέψαι ἀντίοχον τὸν υἱὸν αὐτοῦ εἰς τὸ βασιλεῦσαι αὐτόν
[
56
]
ἀπέστρεψεν
ἀπὸ τῆς περσίδος καὶ μηδίας καὶ αἱ δυνάμεις αἱ πορευθεῖσαι μετὰ τοῦ βασιλέως μετ αὐτοῦ καὶ ὅτι ζητεῖ παραλαβεῖν τὰ τῶν πραγμάτων
[
57
]
καὶ
κατέσπευδεν καὶ ἐπένευσεν τοῦ ἀπελθεῖν καὶ εἶπεν πρὸς τὸν βασιλέα καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως καὶ τοὺς ἄνδρας ἐκλείπομεν καθ ἡμέραν καὶ ἡ τροφὴ ἡμῖν ὀλίγη καὶ ὁ τόπος οὗ παρεμβάλλομέν ἐστιν ὀχυρός καὶ ἐπίκειται ἡμῖν τὰ τῆς βασιλείας
[
58
]
νῦν
οὖν δῶμεν δεξιὰς τοῖς ἀνθρώποις τούτοις καὶ ποιήσωμεν μετ αὐτῶν εἰρήνην καὶ μετὰ παντὸς ἔθνους αὐτῶν
[
59
]
καὶ
στήσωμεν αὐτοῖς τοῦ πορεύεσθαι τοῖς νομίμοις αὐτῶν ὡς τὸ πρότερον χάριν γὰρ τῶν νομίμων αὐτῶν ὧν διεσκεδάσαμεν ὠργίσθησαν καὶ ἐποίησαν ταῦτα πάντα
[
60
]
καὶ
ἤρεσεν ὁ λόγος ἐναντίον τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ ἀπέστειλεν πρὸς αὐτοὺς εἰρηνεῦσαι καὶ ἐπεδέξαντο
[
61
]
καὶ
ὤμοσεν αὐτοῖς ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες ἐπὶ τούτοις ἐξῆλθον ἐκ τοῦ ὀχυρώματος
[
62
]
καὶ
εἰσῆλθεν ὁ βασιλεὺς εἰς ὄρος σιων καὶ εἶδεν τὸ ὀχύρωμα τοῦ τόπου καὶ ἠθέτησεν τὸν ὁρκισμόν ὃν ὤμοσεν καὶ ἐνετείλατο καθελεῖν τὸ τεῖχος κυκλόθεν
[
63
]
καὶ
ἀπῆρεν κατὰ σπουδὴν καὶ ἀπέστρεψεν εἰς ἀντιόχειαν καὶ εὗρεν φίλιππον κυριεύοντα τῆς πόλεως καὶ ἐπολέμησεν πρὸς αὐτὸν καὶ κατελάβετο τὴν πόλιν βίᾳ
Credit
Source:
sacred-texts.org
Top