|
|
| [1]καὶ ἐγένετο ἐν τῶ ἐλθεῖν αὐτὸν εἰς οἶκόν τινος τῶν ἀρχόντων [τῶν] φαρισαίων σαββάτῳ φαγεῖν ἄρτον καὶ αὐτοὶ ἦσαν παρατηρούμενοι αὐτόν. |
[1]And it came to passe, that he went into the house of one of ye chiefe pharisees, to eate bread on the Sabboth day, & they watched hym |
| [2]καὶ ἰδοὺ ἄνθρωπός τις ἦν ὑδρωπικὸς ἔμπροσθεν αὐτοῦ. |
[2]And beholde, there was a certayne man before hym, which had the dropsie |
| [3]καὶ ἀποκριθεὶς ὁ ἰησοῦς εἶπεν πρὸς τοὺς νομικοὺς καὶ φαρισαίους λέγων, ἔξεστιν τῶ σαββάτῳ θεραπεῦσαι ἢ οὔ; |
[3]And Iesus aunswered, and spake vnto the lawyers & pharisees, saying: Is it lawful to heale on the Sabboth day |
| [4]οἱ δὲ ἡσύχασαν. καὶ ἐπιλαβόμενος ἰάσατο αὐτὸν καὶ ἀπέλυσεν. |
[4]And they helde their peace. And he toke hym, & healed him, and let him go |
| [5]καὶ πρὸς αὐτοὺς εἶπεν, τίνος ὑμῶν υἱὸς ἢ βοῦς εἰς φρέαρ πεσεῖται, καὶ οὐκ εὐθέως ἀνασπάσει αὐτὸν ἐν ἡμέρᾳ τοῦ σαββάτου; |
[5]And aunswered them, saying: Which of you shal haue an asse or an oxe fallen into a pyt, and wyll not strayghtway pull hym out, on the Sabboth day |
| [6]καὶ οὐκ ἴσχυσαν ἀνταποκριθῆναι πρὸς ταῦτα. |
[6]And they coulde not aunswere hym agayne to these thynges |
| [7]ἔλεγεν δὲ πρὸς τοὺς κεκλημένους παραβολήν, ἐπέχων πῶς τὰς πρωτοκλισίας ἐξελέγοντο, λέγων πρὸς αὐτούς, |
[7]He put foorth also a similitude to the ghestes, when he marked howe they chose out the chiefe rowmes, and sayde vnto them |
| [8]ὅταν κληθῇς ὑπό τινος εἰς γάμους, μὴ κατακλιθῇς εἰς τὴν πρωτοκλισίαν, μήποτε ἐντιμότερός σου ᾖ κεκλημένος ὑπ᾽ αὐτοῦ, |
[8]When thou art bydden of any man to a weddyng, syt not downe in the hyest rowme: lest a more honourable man then thou, be bydden of hym |
| [9]καὶ ἐλθὼν ὁ σὲ καὶ αὐτὸν καλέσας ἐρεῖ σοι, δὸς τούτῳ τόπον, καὶ τότε ἄρξῃ μετὰ αἰσχύνης τὸν ἔσχατον τόπον κατέχειν. |
[9]And he, that bad hym and thee, come, and say to thee, geue this man rowme: & thou then begyn with shame, to take the lowest rowme |
| [10]ἀλλ᾽ ὅταν κληθῇς πορευθεὶς ἀνάπεσε εἰς τὸν ἔσχατον τόπον, ἵνα ὅταν ἔλθῃ ὁ κεκληκώς σε ἐρεῖ σοι, φίλε, προσανάβηθι ἀνώτερον· τότε ἔσται σοι δόξα ἐνώπιον πάντων τῶν συνανακειμένων σοι. |
[10]But when thou art bydden, go and syt in the lowest rowme, that when he that bad thee cometh, he may say vnto thee, friende syt vp hyer: Then shalt thou haue worshyppe in the presence of them that syt at meate with thee |
| [11]ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. |
[11]For whosoeuer exalteth hym selfe, shalbe brought lowe: And he that humbleth hym selfe, shalbe exalted |
| [12]ἔλεγεν δὲ καὶ τῶ κεκληκότι αὐτόν, ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου μηδὲ τοὺς ἀδελφούς σου μηδὲ τοὺς συγγενεῖς σου μηδὲ γείτονας πλουσίους, μήποτε καὶ αὐτοὶ ἀντικαλέσωσίν σε καὶ γένηται ἀνταπόδομά σοι. |
[12]Then sayde he also to hym that bad hym [to meate:] When thou makest a dinner or a supper, call not thy friendes, nor thy brethren, neither thy kynsemen, nor thy ryche neyghbours, lest they also byd thee agayne, and a recompence be made thee |
| [13]ἀλλ᾽ ὅταν δοχὴν ποιῇς, κάλει πτωχούς, ἀναπείρους, χωλούς, τυφλούς· |
[13]But when thou makest a feast, call the poore, the feeble, the lame, & the blynde |
| [14]καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι, ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων. |
[14]And thou shalt be happy, for they can not recompence thee: For thou shalt be recompenced at the resurrection of the iust [men. |
| [15]ἀκούσας δέ τις τῶν συνανακειμένων ταῦτα εἶπεν αὐτῶ, μακάριος ὅστις φάγεται ἄρτον ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. |
[15]When one of them, that sate at meate also, hearde these thynges, he sayde vnto hym: Happy is he that eateth bread in the kyngdome of God |
| [16]ὁ δὲ εἶπεν αὐτῶ, ἄνθρωπός τις ἐποίει δεῖπνον μέγα, καὶ ἐκάλεσεν πολλούς, |
[16]Then sayde he vnto hym. A certayne man ordayned a great supper, and bad many |
| [17]καὶ ἀπέστειλεν τὸν δοῦλον αὐτοῦ τῇ ὥρᾳ τοῦ δείπνου εἰπεῖν τοῖς κεκλημένοις, ἔρχεσθε, ὅτι ἤδη ἕτοιμά ἐστιν. |
[17]And sent his seruaunt at supper tyme, to say to them that were bydden, come, for all thynges are nowe redy |
| [18]καὶ ἤρξαντο ἀπὸ μιᾶς πάντες παραιτεῖσθαι. ὁ πρῶτος εἶπεν αὐτῶ, ἀγρὸν ἠγόρασα καὶ ἔχω ἀνάγκην ἐξελθὼν ἰδεῖν αὐτόν· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. |
[18]And they all at once began to make excuse. The first sayde vnto hym: I haue bought a farme, & I must needes go & see it, I pray thee haue me excused |
| [19]καὶ ἕτερος εἶπεν, ζεύγη βοῶν ἠγόρασα πέντε καὶ πορεύομαι δοκιμάσαι αὐτά· ἐρωτῶ σε, ἔχε με παρῃτημένον. |
[19]And another sayde: I haue bought fiue yoke of oxen, and I go to proue them, I pray thee haue me excused |
| [20]καὶ ἕτερος εἶπεν, γυναῖκα ἔγημα καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. |
[20]And another sayde: I haue maryed a wyfe, and therfore I can not come |
| [21]καὶ παραγενόμενος ὁ δοῦλος ἀπήγγειλεν τῶ κυρίῳ αὐτοῦ ταῦτα. τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῶ δούλῳ αὐτοῦ, ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπείρους καὶ τυφλοὺς καὶ χωλοὺς εἰσάγαγε ὧδε. |
[21]And the seruaunt returned, & shewed his maister these thynges. Then was the good man of the house displeased, & sayde to his seruaunt: Go out quickly into the brode streates and lanes of the citie, and bryng in hyther the poore, and the feeble, and the halt, and the blynde |
| [22]καὶ εἶπεν ὁ δοῦλος, κύριε, γέγονεν ὃ ἐπέταξας, καὶ ἔτι τόπος ἐστίν. |
[22]And the seruaunt sayde: Lorde, it is done as thou hast commaunded, and yet there is rowme |
| [23]καὶ εἶπεν ὁ κύριος πρὸς τὸν δοῦλον, ἔξελθε εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς καὶ ἀνάγκασον εἰσελθεῖν, ἵνα γεμισθῇ μου ὁ οἶκος· |
[23]And the Lorde sayde to the seruaunt: Go out into the hye wayes & hedges, and compell them to come in, that my house may be fylled |
| [24]λέγω γὰρ ὑμῖν ὅτι οὐδεὶς τῶν ἀνδρῶν ἐκείνων τῶν κεκλημένων γεύσεταί μου τοῦ δείπνου. |
[24]For I say vnto you, that none of those men which were bydden, shall taste of my supper |
| [25]συνεπορεύοντο δὲ αὐτῶ ὄχλοι πολλοί, καὶ στραφεὶς εἶπεν πρὸς αὐτούς, |
[25]There went a great companie with hym: and he returned, and sayde vnto them |
| [26]εἴ τις ἔρχεται πρός με καὶ οὐ μισεῖ τὸν πατέρα ἑαυτοῦ καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα καὶ τοὺς ἀδελφοὺς καὶ τὰς ἀδελφάς, ἔτι τε καὶ τὴν ψυχὴν ἑαυτοῦ, οὐ δύναται εἶναί μου μαθητής. |
[26]If any man come to me, and hate not his father and mother, and wyfe, and chyldren, and brethren, and sisters, yea, and his owne lyfe also, he can not be my disciple |
| [27]ὅστις οὐ βαστάζει τὸν σταυρὸν ἑαυτοῦ καὶ ἔρχεται ὀπίσω μου οὐ δύναται εἶναί μου μαθητής. |
[27]And whosoeuer doth not beare his crosse, and come after me, can not be my disciple |
| [28]τίς γὰρ ἐξ ὑμῶν θέλων πύργον οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει εἰς ἀπαρτισμόν; |
[28]For which of you, disposed to buylde a towre, sitteth not downe before, and counteth the cost, whether he haue sufficient to perfourme it |
| [29]ἵνα μήποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι πάντες οἱ θεωροῦντες ἄρξωνται αὐτῶ ἐμπαίζειν |
[29]Lest after he hath layde the foundation, and is not able to perfourme it, all that beholde it, begyn to mocke hym |
| [30]λέγοντες ὅτι οὖτος ὁ ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι. |
[30]Saying: this man began to buylde, and was not able to make an ende |
| [31]ἢ τίς βασιλεὺς πορευόμενος ἑτέρῳ βασιλεῖ συμβαλεῖν εἰς πόλεμον οὐχὶ καθίσας πρῶτον βουλεύσεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ὑπαντῆσαι τῶ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ᾽ αὐτόν; |
[31]Or what kyng, goyng to make battell against another kyng, sitteth not downe first, and casteth in his mynde, whether he be able with ten thousande, to meete hym, that commeth agaynst hym with twentie thousande |
| [32]εἰ δὲ μή γε, ἔτι αὐτοῦ πόρρω ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ τὰ πρὸς εἰρήνην. |
[32]Or els, whyle the other is yet a great way of, he sendeth an imbassage, and desireth conditions of peace |
| [33]οὕτως οὗν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν οὐ δύναται εἶναί μου μαθητής. |
[33]So lykewyse, whosoeuer he be of you, that forsaketh not all that he hath, he can not be my disciple |
| [34]καλὸν οὗν τὸ ἅλας· ἐὰν δὲ καὶ τὸ ἅλας μωρανθῇ, ἐν τίνι ἀρτυθήσεται; |
[34]Salt is good, but if ye salt haue lost the saltnes, what shalbe seasoned therwith |
| [35]οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν· ἔξω βάλλουσιν αὐτό. ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. |
[35]It is neither good for the lande, nor yet for the doung hyll: but men cast it out [at the doores.] He that hath eares to heare, let hym heare |