|
|
| [1]λῆμμα λόγου κυρίου ἐπὶ τὸν ισραηλ ἐν χειρὶ ἀγγέλου αὐτοῦ θέσθε δὴ ἐπὶ τὰς καρδίας ὑμῶν |
[1]THE vision of the words of the LORD concerning Israel by Malachi. |
| [2]ἠγάπησα ὑμᾶς λέγει κύριος καὶ εἴπατε ἐν τίνι ἠγάπησας ἡμᾶς οὐκ ἀδελφὸς ἦν ησαυ τοῦ ιακωβ λέγει κύριος καὶ ἠγάπησα τὸν ιακωβ |
[2]I have loved you, says the LORD. But you say, In what way hast thou loved us? Was not Esau Jacob's brother? says the LORD; yet I have loved Jacob, and I have not favored Esau; |
| [3]τὸν δὲ ησαυ ἐμίσησα καὶ ἔταξα τὰ ὅρια αὐτοῦ εἰς ἀφανισμὸν καὶ τὴν κληρονομίαν αὐτοῦ εἰς δόματα ἐρήμου |
[3]And I have made his mountains waste and his heritage for camps of shepherds in the wilderness. |
| [4]διότι ἐρεῖ ἡ ιδουμαία κατέστραπται καὶ ἐπιστρέψωμεν καὶ ἀνοικοδομήσωμεν τὰς ἐρήμους τάδε λέγει κύριος παντοκράτωρ αὐτοὶ οἰκοδομήσουσιν καὶ ἐγὼ καταστρέψω καὶ ἐπικληθήσεται αὐτοῖς ὅρια ἀνομίας καὶ λαὸς ἐφ ὃν παρατέτακται κύριος ἕως αἰῶνος |
[4]And if the Edomites say, We are impoverished, but let us return and build the desolate places; thus says the LORD of hosts, They shall build, but I will demolish; and they shall call them, The border of wickedness and, The people against whom the LORD is angry for ever. |
| [5]καὶ οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται καὶ ὑμεῖς ἐρεῖτε ἐμεγαλύνθη κύριος ὑπεράνω τῶν ὁρίων τοῦ ισραηλ |
[5]And your eyes shall see it, and you shall say, The LORD will be magnified beyond the border of Israel |
| [6]υἱὸς δοξάζει πατέρα καὶ δοῦλος τὸν κύριον αὐτοῦ καὶ εἰ πατήρ εἰμι ἐγώ ποῦ ἐστιν ἡ δόξα μου καὶ εἰ κύριός εἰμι ἐγώ ποῦ ἐστιν ὁ φόβος μου λέγει κύριος παντοκράτωρ ὑμεῖς οἱ ἱερεῖς οἱ φαυλίζοντες τὸ ὄνομά μου καὶ εἴπατε ἐν τίνι ἐφαυλίσαμεν τὸ ὄνομά σου |
[6]A son honors his father, and a servant his master; if then I am a father, where is my honor? And if I am a master, where is my fear? says the LORD of hosts to you, O priests, who despise my name. And if you say, In what have we despised thy name? |
| [7]προσάγοντες πρὸς τὸ θυσιαστήριόν μου ἄρτους ἠλισγημένους καὶ εἴπατε ἐν τίνι ἠλισγήσαμεν αὐτούς ἐν τῷ λέγειν ὑμᾶς τράπεζα κυρίου ἐξουδενωμένη ἐστὶν καὶ τὰ ἐπιτιθέμενα βρώματα ἐξουδενωμένα |
[7]In that you offer polluted bread upon my altar; and if you say, In what have we polluted it? In that you say, The table of the LORD is contemptible. |
| [8]διότι ἐὰν προσαγάγητε τυφλὸν εἰς θυσίαν οὐ κακόν καὶ ἐὰν προσαγάγητε χωλὸν ἢ ἄρρωστον οὐ κακόν προσάγαγε δὴ αὐτὸ τῷ ἡγουμένῳ σου εἰ προσδέξεται αὐτό εἰ λήμψεται πρόσωπόν σου λέγει κύριος παντοκράτωρ |
[8]And when you offer a blind animal to the altar, is it not evil? And when you offer the lame and sick animals, is it not evil? Offer it now to your governor; will he be pleased with you or accept your person? says the LORD of hosts. |
| [9]καὶ νῦν ἐξιλάσκεσθε τὸ πρόσωπον τοῦ θεοῦ ὑμῶν καὶ δεήθητε αὐτοῦ ἐν χερσὶν ὑμῶν γέγονεν ταῦτα εἰ λήμψομαι ἐξ ὑμῶν πρόσωπα ὑμῶν λέγει κύριος παντοκράτωρ |
[9]And now, pray before the LORD that he may be gracious to us for this disaster has been brought by your means; I will not regard your persons, says the LORD of hosts. |
| [10]διότι καὶ ἐν ὑμῖν συγκλεισθήσονται θύραι καὶ οὐκ ἀνάψετε τὸ θυσιαστήριόν μου δωρεάν οὐκ ἔστιν μου θέλημα ἐν ὑμῖν λέγει κύριος παντοκράτωρ καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν |
[10]Who is there among you who would guard my doors or offer on my altar for nothing? I have no pleasure in you, says the LORD of hosts, neither will I accept an offering from your hand. |
| [11]διότι ἀπ ἀνατολῶν ἡλίου ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσιν καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσιν λέγει κύριος παντοκράτωρ |
[11]For from the rising of the sun even to its going down, my name is great among the Gentiles; and in every place they burn incense and offer to my name pure offerings; for my name is great among the Gentiles, says the LORD of hosts. |
| [12]ὑμεῖς δὲ βεβηλοῦτε αὐτὸ ἐν τῷ λέγειν ὑμᾶς τράπεζα κυρίου ἠλισγημένη ἐστίν καὶ τὰ ἐπιτιθέμενα ἐξουδένωνται βρώματα αὐτοῦ |
[12]But you are profaning it, in that you say, The table of the LORD is polluted and its food is contemptible. |
| [13]καὶ εἴπατε ταῦτα ἐκ κακοπαθείας ἐστίν καὶ ἐξεφύσησα αὐτὰ λέγει κύριος παντοκράτωρ καὶ εἰσεφέρετε ἁρπάγματα καὶ τὰ χωλὰ καὶ τὰ ἐνοχλούμενα καὶ ἐὰν φέρητε τὴν θυσίαν εἰ προσδέξομαι αὐτὰ ἐκ τῶν χειρῶν ὑμῶν λέγει κύριος παντοκράτωρ |
[13]And you say, This is because we are miserable; and I have sniffed at it, says the LORD of hosts; for you bring offerings that are taken by violence, the lame and the sick; I will not accept them from your hands, says the LORD. |
| [14]καὶ ἐπικατάρατος ὃς ἦν δυνατὸς καὶ ὑπῆρχεν ἐν τῷ ποιμνίῳ αὐτοῦ ἄρσεν καὶ εὐχὴ αὐτοῦ ἐπ αὐτῷ καὶ θύει διεφθαρμένον τῷ κυρίῳ διότι βασιλεὺς μέγας ἐγώ εἰμι λέγει κύριος παντοκράτωρ καὶ τὸ ὄνομά μου ἐπιφανὲς ἐν τοῖς ἔθνεσιν |
[14]Cursed be he who has in his flock a ram, and vows and sacrifices for the LORD that which is sick; for I am a great King, says the LORD of hosts, and my name is dreaded among the Gentiles |