«
The Septuagint
LXX
Peshitta (Lamsa, 1933)
Pes(Lam)
[1]καὶ νῦν ἡ ἐντολὴ αὕτη πρὸς ὑμᾶς οἱ ἱερεῖς [1]NOW therefore, O priests, this commandment is for you.
[2]ἐὰν μὴ ἀκούσητε καὶ ἐὰν μὴ θῆσθε εἰς τὴν καρδίαν ὑμῶν τοῦ δοῦναι δόξαν τῷ ὀνόματί μου λέγει κύριος παντοκράτωρ καὶ ἐξαποστελῶ ἐφ ὑμᾶς τὴν κατάραν καὶ ἐπικαταράσομαι τὴν εὐλογίαν ὑμῶν καὶ καταράσομαι αὐτήν καὶ διασκεδάσω τὴν εὐλογίαν ὑμῶν καὶ οὐκ ἔσται ἐν ὑμῖν ὅτι ὑμεῖς οὐ τίθεσθε εἰς τὴν καρδίαν ὑμῶν [2]If you will not obey, and if you will not lay it to heart to give glory to my name, says the LORD of hosts, I will send curses upon you, and I will curse your blessings because you have not laid it to your heart.
[3]ἰδοὺ ἐγὼ ἀφορίζω ὑμῖν τὸν ὦμον καὶ σκορπιῶ ἤνυστρον ἐπὶ τὰ πρόσωπα ὑμῶν ἤνυστρον ἑορτῶν ὑμῶν καὶ λήμψομαι ὑμᾶς εἰς τὸ αὐτό [3]Behold, I will rebuke the seed of the ground, and spread dung upon your faces, even dung upon your solemn feasts; and I will cause you to be taken away with it.
[4]καὶ ἐπιγνώσεσθε διότι ἐγὼ ἐξαπέσταλκα πρὸς ὑμᾶς τὴν ἐντολὴν ταύτην τοῦ εἶναι τὴν διαθήκην μου πρὸς τοὺς λευίτας λέγει κύριος παντοκράτωρ [4]And you shall know that I have sent this commandment to you, that my covenant might be with Levi, says the LORD of hosts.
[5]ἡ διαθήκη μου ἦν μετ αὐτοῦ τῆς ζωῆς καὶ τῆς εἰρήνης καὶ ἔδωκα αὐτῷ ἐν φόβῳ φοβεῖσθαί με καὶ ἀπὸ προσώπου ὀνόματός μου στέλλεσθαι αὐτόν [5]My covenant was with him, and I gave him life and peace; and as for fear, he feared me and trembled before my name.
[6]νόμος ἀληθείας ἦν ἐν τῷ στόματι αὐτοῦ καὶ ἀδικία οὐχ εὑρέθη ἐν χείλεσιν αὐτοῦ ἐν εἰρήνῃ κατευθύνων ἐπορεύθη μετ ἐμοῦ καὶ πολλοὺς ἐπέστρεψεν ἀπὸ ἀδικίας [6]The law of truth was in his mouth, and iniquity was not found in his lips; he walked with me in peace and uprightness, and he did turn many away from iniquity.
[7]ὅτι χείλη ἱερέως φυλάξεται γνῶσιν καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ διότι ἄγγελος κυρίου παντοκράτορός ἐστιν [7]For the lips of a priest should keep knowledge, because men seek the law from his mouth; for he is the messenger of the LORD of hosts.
[8]ὑμεῖς δὲ ἐξεκλίνατε ἐκ τῆς ὁδοῦ καὶ πολλοὺς ἠσθενήσατε ἐν νόμῳ διεφθείρατε τὴν διαθήκην τοῦ λευι λέγει κύριος παντοκράτωρ [8]But you have turned aside from the way; you have caused many to stumble at the law; you have corrupted the covenant of Levi, says the LORD of hosts.
[9]κἀγὼ δέδωκα ὑμᾶς ἐξουδενωμένους καὶ παρειμένους εἰς πάντα τὰ ἔθνη ἀνθ ὧν ὑμεῖς οὐκ ἐφυλάξασθε τὰς ὁδούς μου ἀλλὰ ἐλαμβάνετε πρόσωπα ἐν νόμῳ [9]Therefore have I also made you contemptible and humiliated before all the people, because you have not kept the ordinances, but have been partial in the law
[10]οὐχὶ θεὸς εἷς ἔκτισεν ὑμᾶς οὐχὶ πατὴρ εἷς πάντων ὑμῶν τί ὅτι ἐγκατελίπετε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ τοῦ βεβηλῶσαι τὴν διαθήκην τῶν πατέρων ὑμῶν [10]Have we not all one father? Or has not one God created us? Why then do we deal treacherously every man against his brother by profaning the covenant of our fathers?
[11]ἐγκατελείφθη ιουδας καὶ βδέλυγμα ἐγένετο ἐν τῷ ισραηλ καὶ ἐν ιερουσαλημ διότι ἐβεβήλωσεν ιουδας τὰ ἅγια κυρίου ἐν οἷς ἠγάπησεν καὶ ἐπετήδευσεν εἰς θεοὺς ἀλλοτρίους [11]Judah has dealt treacherously, and an abomination is committed in Israel and in Jerusalem; for Judah has defiled the sanctuary of the LORD of hosts and has loved and served foreign gods.
[12]ἐξολεθρεύσει κύριος τὸν ἄνθρωπον τὸν ποιοῦντα ταῦτα ἕως καὶ ταπεινωθῇ ἐκ σκηνωμάτων ιακωβ καὶ ἐκ προσαγόντων θυσίαν τῷ κυρίῳ παντοκράτορι [12]The LORD will destroy the man who does this, and also his son and his son's son out of the tabernacle of Jacob; and he shall have none to present the offering to the LORD of hosts.
[13]καὶ ταῦτα ἃ ἐμίσουν ἐποιεῖτε ἐκαλύπτετε δάκρυσιν τὸ θυσιαστήριον κυρίου καὶ κλαυθμῷ καὶ στεναγμῷ ἐκ κόπων ἔτι ἄξιον ἐπιβλέψαι εἰς θυσίαν ἢ λαβεῖν δεκτὸν ἐκ τῶν χειρῶν ὑμῶν [13]And this is another thing that you have done: you have covered the altar of the LORD with tears, with weeping, and with groaning, because he does not regard your offering any more or accept it with good will at your hands.
[14]καὶ εἴπατε ἕνεκεν τίνος ὅτι κύριος διεμαρτύρατο ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον γυναικὸς νεότητός σου ἣν ἐγκατέλιπες καὶ αὐτὴ κοινωνός σου καὶ γυνὴ διαθήκης σου [14]And if you say, For what reason? Because the LORD was witness between you and the wife of your youth, against whom you have dealt treacherously though she is your companion and the wife of your covenant.
[15]καὶ οὐκ ἄλλος ἐποίησεν καὶ ὑπόλειμμα πνεύματος αὐτοῦ καὶ εἴπατε τί ἄλλο ἀλλ ἢ σπέρμα ζητεῖ ὁ θεός καὶ φυλάξασθε ἐν τῷ πνεύματι ὑμῶν καὶ γυναῖκα νεότητός σου μὴ ἐγκαταλίπῃς [15]Did not he make them one? And the rest of the spirits are his also. And therefore a man seeks one offspring from God. Therefore take heed to your spirit, and let none deal treacherously against the wife of his youth.
[16]ἀλλὰ ἐὰν μισήσας ἐξαποστείλῃς λέγει κύριος ὁ θεὸς τοῦ ισραηλ καὶ καλύψει ἀσέβεια ἐπὶ τὰ ἐνθυμήματά σου λέγει κύριος παντοκράτωρ καὶ φυλάξασθε ἐν τῷ πνεύματι ὑμῶν καὶ οὐ μὴ ἐγκαταλίπητε [16]For the LORD, the God of Israel, says that no one should conceal the iniquity in his robe; therefore take heed to your spirit, and do not deal treacherously.
[17]οἱ παροξύνοντες τὸν θεὸν ἐν τοῖς λόγοις ὑμῶν καὶ εἴπατε ἐν τίνι παρωξύναμεν αὐτόν ἐν τῷ λέγειν ὑμᾶς πᾶς ποιῶν πονηρόν καλὸν ἐνώπιον κυρίου καὶ ἐν αὐτοῖς αὐτὸς εὐδόκησεν καί ποῦ ἐστιν ὁ θεὸς τῆς δικαιοσύνης [17]You have wearied the LORD with your words. And if you say, In what have we wearied him? In that you say, Every one who does evil is good in the sight of the LORD, and he delights in such; or, Where is the God who judges righteous judgments
Source: sacred-texts.org
Author: George M. Lamsa
Source: studybible.info
Top