«
The Geneva Bible (1560)
Geneva
Patriarchal Greek NT (1904)
Patr
[1]And it came to pass, when Jesus had finished all these sayings, he said unto his disciples, [1]Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ ᾿Ιησοῦς πάντας τοὺς λόγους τούτους εἶπε τοῖς μαθηταῖς αὐτοῦ·
[2]Ye know that within two days is the Passover, and the Son of man shall be delivered to be crucified. [2]οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.
[3]Then assembled together the chief Priests and the Scribes, and the Elders of the people into the hall of the high Priest, called Caiaphas: [3]τότε συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα,
[4]And consulted how they might take Jesus by subtlety, and kill him. [4]καὶ συνεβουλεύσαντο ἵνα τὸν ᾿Ιησοῦν δόλῳ κρατήσωσι καὶ ἀποκτείνωσιν.
[5]But they said, Not on the feast day, lest any uproar be among the people. [5]ἔλεγον δέ· μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.
[6]And when Jesus was in Bethany, in the house of Simon the leper, [6]Τοῦ δὲ ᾿Ιησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ,
[7]There came unto him a woman, which had a box of very costly ointment, and poured it on his head, as he sat at the table. [7]προσῆλθεν αὐτῷ γυνὴ ἀλάβαστρον μύρου ἔχουσα βαρυτίμου, καὶ κατέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ ἀνακειμένου.
[8]And when his disciples saw it, they had indignation, saying, What needed this waste? [8]ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἠγανάκτησαν λέγοντες· εἰς τί ἡ ἀπώλεια αὕτη;
[9]For this ointment might have been sold for much, and been given to the poor. [9]ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι πολλοῦ καὶ δοθῆναι τοῖς πτωχοῖς.
[10]And Jesus knowing it, said unto them, Why trouble ye the woman? for she hath wrought a good work upon me. [10]γνοὺς δὲ ὁ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ.
[11]For ye have the poor always with you, but me shall ye not have always. [11]τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ' ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
[12]For in that she poured this ointment on my body, she did it to bury me. [12]βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν.
[13]Verily I say unto you, Wheresoever this Gospel shall be preached throughout all the world, there shall also this that she hath done, be spoken of for a memorial of her. [13]ἀμὴν λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.
[14]Then one of the twelve, called Judas Iscariot, went unto the chief Priests, [14]Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος ᾿Ιούδας ᾿Ισκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς εἶπε·
[15]And said, What will ye give me, and I will deliver him unto you? and they appointed unto him thirty pieces of silver. [15]τί θέλετέ μοι δοῦναι, καὶ ἐγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια.
[16]And from that time, he sought opportunity to betray him. [16]καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.
[17]Now on the first day of the feast of unleavened bread the disciples came to Jesus, saying unto him, Where wilt thou that we prepare for thee to eat the Passover? [17]Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ ᾿Ιησοῦ λέγοντες αὐτῷ· ποῦ θέλεις ἑτοιμάσωμέν σοι φαγεῖν τὸ πάσχα;
[18]And he said, Go you into the city to such a man, and say to him, The master saith, My time is at hand: I will keep the Passover at thine house with my disciples. [18]ὁ δὲ εἶπεν· ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ· ὁ διδάσκαλος λέγει, ὁ καιρός μου ἐγγύς ἐστι· πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου.
[19]And the disciples did as Jesus had given them charge, and made ready the Passover. [19]καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ ᾿Ιησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα.
[20]So when the Even was come, he sat down with the twelve. [20]᾿Οψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα.
[21]And as they did eat, he said, Verily I say unto you, that one of you shall betray me. [21]καὶ ἐσθιόντων αὐτῶν εἶπεν· ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.
[22]And they were exceeding sorrowful, and began every one of them to say unto him, Is it I, Master? [22]καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ ἕκαστος αὐτῶν· μήτι ἐγώ εἰμι, Κύριε;
[23]And he answered and said, He that dippeth his hand with me in the dish, he shall betray me. [23]ὁ δὲ ἀποκριθεὶς εἶπεν· ὁ ἐμβάψας μετ᾿ ἐμοῦ ἐν τῷ τρυβλίῳ τὴν χεῖρα, οὗτός με παραδώσει.
[24]Surely the Son of man goeth his way, as it is written of him: but woe be to that man, by whom the Son of man is betrayed: it had been good for that man, if he had never been born. [24]ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾿ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
[25]Then Judas which betrayed him, answered and said, Is it I, Master? He said unto him, Thou hast said it. [25]ἀποκριθεὶς δὲ ᾿Ιούδας ὁ παραδιδοὺς αὐτὸν εἶπε· μήτι ἐγώ εἰμι, ῥαββί; λέγει αὐτῷ, σὺ εἶπας.
[26]And as they did eat, Jesus took the bread: and when he had given thanks, he break it, and gave it to the disciples, and said, Take, eat: this is my body. [26]᾿Εσθιόντων δὲ αὐτῶν λαβὼν ὁ ᾿Ιησοῦς τὸν ἄρτον καὶ εὐχαριστήσας ἔκλασε καὶ ἐδίδου τοῖς μαθηταῖς καὶ εἶπε· λάβετε φάγετε· τοῦτό ἐστι τὸ σῶμά μου·
[27]Also he took the cup, and when he had given thanks, he gave it them, saying, Drink ye all of it. [27]καὶ λαβὼν τὸ ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· πίετε ἐξ αὐτοῦ πάντες·
[28]For this is my blood of the New Testament, that is shed for many, for the remission of sins. [28]τοῦτο γάρ ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
[29]I say unto you, that I will not drink henceforth of this fruit of the vine until that day, when I shall drink it new with you in my Fathers kingdom. [29]λέγω δὲ ὑμῖν ὅτι οὐ μὴ πίω ἀπ᾿ ἄρτι ἐκ τούτου τοῦ γεννήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ᾿ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου.
[30]And when they had sung a Psalm, they went out into the Mount of Olives. [30]Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν. Τότε λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς·
[31]Then said Jesus unto them, All ye shall be offended by me this night: for it is written, I will smite the shepherd, and the sheep of the flock shall be scattered. [31]πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· γέγραπται γάρ, πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσονται τὰ πρόβατα τῆς ποίμνης·
[32]But after I am risen again, I will go before you into Galilee. [32]μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.
[33]But Peter answered, and said unto him, Though that all men should be offended by thee, yet will I never be offended. [33]ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· εἰ πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ δὲ οὐδέποτε σκανδαλισθήσομαι.
[34]Jesus said unto him, Verily I say unto thee, that this night, before the cock crow, thou shalt deny me thrice. [34]ἔφη αὐτῷ ὁ ᾿Ιησοῦς· ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με.
[35]Peter said unto him, Though I should die with thee, yet will I not deny thee. Likewise also said all the disciples. [35]λέγει αὐτῷ ὁ Πέτρος· κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι. ὁμοίως δὲ καὶ πάντες οἱ μαθηταὶ εἶπον.
[36]Then went Jesus with them into a place which is called Gethsemane, and said unto his disciples, Sit ye here, while I go and pray yonder. [36]Τότε ἔρχεται μετ᾿ αὐτῶν ὁ ᾿Ιησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανῆ, καὶ λέγει τοῖς μαθηταῖς· καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν προσεύξωμαι ἐκεῖ.
[37]And he took Peter, and the two sons of Zebedee, and began to wax sorrowful, and grievously troubled. [37]καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν.
[38]Then said Jesus unto them, My soul is very heavy, even unto the death: tarry ye here, and watch with me. [38]τότε λέγει αὐτοῖς ὁ ᾿Ιησοῦς· περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ᾿ ἐμοῦ.
[39]So he went a little further, and fell on his face, and prayed, saying, O my Father, if it be possible, let this cup pass from me: nevertheless, not as I will, but as thou wilt. [39]καὶ προελθὼν μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων· πάτερ μου, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ᾿ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ᾿ ὡς σύ.
[40]After he came unto the disciples, and found them asleep, and said to Peter, What? could ye not watch with me one hour? [40]καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾿ ἐμοῦ!
[41]Watch, and pray, that ye enter not into temptation: the spirit indeed is ready, but the flesh is weak. [41]γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.
[42]Again he went away the second time and prayed, saying, O my Father, if this cup cannot pass away from me, but that I must drink it, thy will be done. [42]πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων· πάτερ μου, εἰ οὐ δύναται τοῦτο τὸ ποτήριον παρελθεῖν ἀπ᾿ ἐμοῦ ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου.
[43]And he came, and found them a sleep again, for their eyes were heavy. [43]καὶ ἐλθὼν εὑρίσκει αὐτοὺς πάλιν καθεύδοντας· ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι.
[44]So he left them and went away again, and prayed the third time, saying the same words. [44]καὶ ἀφεὶς αὐτοὺς ἀπελθὼν πάλιν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπών·
[45]Then came he to his disciples, and said unto them, Sleep henceforth, and take your rest: behold, the hour is at hand, and the Son of man is given into the hands of sinners. [45]τότε ἔρχεται πρὸς τοὺς μαθητὰς αὐτοῦ καὶ λέγει αὐτοῖς· καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε! ἰδοὺ ἤγγικεν ἡ ὥρα καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν.
[46]Rise, let us go: behold, he is at hand that betrayeth me. [46]ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με.
[47]And while he yet spake, lo, Judas, one of the twelve, came, and with him a great multitude with swords and staves, from the high Priests and Elders of the people. [47]Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ ᾿Ιούδας εἷς τῶν δώδεκα ἦλθε, καὶ μετ᾿ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ.
[48]Now he that betrayed him, had given them a token, saying, Whomsoever I shall kiss, that is he, lay hold on him. [48]ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων· ὃν ἂν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτόν.
[49]And forthwith he came to Jesus, and said, God save thee, Master, and kissed him. [49]καὶ εὐθέως προσελθὼν τῷ ᾿Ιησοῦ εἶπε· χαῖρε, ῥαββί, καὶ κατεφίλησεν αὐτόν.
[50]Then Jesus said unto him, Friend, wherefore art thou come? Then came they, and laid hands on Jesus, and took him. [50]ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτῷ· ἑταῖρε, ἐφ᾿ ᾧ πάρει. τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν ᾿Ιησοῦν καὶ ἐκράτησαν αὐτόν.
[51]And behold, one of them which were with Jesus, stretched out his hand, and drew his sword, and struck a servant of the high Priest, and smote off his ear. [51]καὶ ἰδοὺ εἷς τῶν μετὰ ᾿Ιησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασε τὴν μάχαιραν αὐτοῦ, καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.
[52]Then said Jesus unto him, Put up thy sword into his place: for all that take the sword, shall perish with the sword. [52]τότε λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ἀπόστρεψόν σου τὴν μάχαιραν εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρᾳ ἀποθανοῦνται.
[53]Either thinkest thou, that I cannot now pray to my Father, and he will give me more than twelve legions of Angels? [53]ἢ δοκεῖς ὅτι οὐ δύναμαι ἄρτι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων;
[54]How then should the Scriptures be fulfilled, which say, that it must be so? [54]πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτω δεῖ γενέσθαι;
[55]The same hour said Jesus to the multitude, Ye be come out as it were against a thief, with swords and staves, to take me: I sat daily teaching in the Temple among you, and ye took me not. [55]᾿Εν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ ᾿Ιησοῦς τοῖς ὄχλοις· ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με· καθ᾿ ἡμέραν πρὸς ὑμᾶς ἐκαθεζόμην διδάσκων ἐν τῷ ἱερῷ, καὶ οὐκ ἐκρατήσατέ με.
[56]But all this was done, that the Scriptures of the Prophets might be fulfilled. Then all the disciples forsook him, and fled. [56]τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.
[57]And they took Jesus, and led him to Caiaphas the high Priest, where the Scribes and the Elders were assembled. [57]Οἱ δὲ κρατήσαντες τὸν ᾿Ιησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα, ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν.
[58]And Peter followed him a far off unto the high Priests hall, and went in, and sat with the servants to see the end. [58]ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος.
[59]Now the chief Priests and the Elders, and all the whole council sought false witness against Jesus, to put him to death. [59]Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ ᾿Ιησοῦ ὅπως θανατώσωσιν αὐτόν,
[60]But they found none, and though many false witnesses came, yet found they none: but at the last came two false witnesses, [60]καὶ οὐχ εὗρον· καὶ πολλῶν ψευδομαρτύρων προσελθόντων, οὐχ εὗρον. ὕστερον δὲ προσελθόντες δύο ψευδομάρτυρες
[61]And said, This man said, I can destroy the Temple of God, and build it in three days. [61]εἶπον· οὗτος ἔφη, δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ Θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι αὐτόν.
[62]Then the chief Priest arose, and said to him, Answerest thou nothing? What is the matter that these men witness against thee? [62]καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν;
[63]But Jesus held his peace. Then the chief Priest answered, and said to him, I charge thee by the living God, that thou tell us, if thou be the Christ the Son of God. [63]ὁ δὲ ᾿Ιησοῦς ἐσιώπα. καὶ ἀποκριθεὶς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· ἐξορκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ Θεοῦ.
[64]Jesus said to him, Thou hast said it: nevertheless I say unto you, hereafter shall ye see the Son of man, sitting at the right hand of the power of God, and come in the clouds of the heaven. [64]λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· σὺ εἶπας· πλὴν λέγω ὑμῖν, ἀπ᾿ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
[65]Then the high Priest rent his clothes, saying, He hath blasphemed, what have we any more need of witnesses? Behold, now ye have heard his blasphemy. [65]τότε ὁ ἀρχιερεὺς διέρρηξε τὰ ἱμάτια αὐτοῦ λέγων ὅτι ἐβλασφήμησε· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαν αὐτοῦ·
[66]What think ye? They answered, and said, He is worthy to die. [66]τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπον· ἔνοχος θανάτου ἐστί.
[67]Then spat they in his face, and buffeted him, and other smote him with their rods, [67]τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν, οἱ δὲ ἐρράπισαν
[68]Saying, Prophecy to us, O Christ, Who is he that smote thee? [68]λέγοντες· προφήτευσον ἡμῖν, Χριστέ, τίς ἐστιν ὁ παίσας σε;
[69]Peter sat without in the hall: and a maid came to him, saying, Thou also wast with Jesus of Galilee: [69]῾Ο δὲ Πέτρος ἔξω ἐκάθητο ἐν τῇ αὐλῇ· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα· καὶ σὺ ἦσθα μετὰ ᾿Ιησοῦ τοῦ Γαλιλαίου.
[70]But he denied before them all, saying, I wot not what thou sayest. [70]ὁ δὲ ἠρνήσατο ἔμπροσθεν αὐτῶν πάντων λέγων· οὐκ οἶδα τί λέγεις.
[71]And when he went out into the porch, another maid saw him, and said unto them that were there, This man was also with Jesus of Nazareth. [71]ἐξελθόντα δὲ αὐτὸν εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει αὐτοῖς· ἐκεῖ καὶ οὗτος ἦν μετὰ ᾿Ιησοῦ τοῦ Ναζωραίου.
[72]And again he denied with an oath, saying, I know not the man. [72]καὶ πάλιν ἠρνήσατο μεθ᾿ ὅρκου ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον.
[73]So after a while, came unto him they that stood by, and said unto Peter, Surely thou art also one of them: for even thy speech betrayeth thee. [73]μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ· ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ.
[74]Then began he to curse himself, and to swear, saying, I know not the man. And immediately the cock crew. [74]τότε ἤρξατο καταναθεματίζειν καὶ ὀμνύειν ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον. καὶ εὐθέως ἀλέκτωρ ἐφώνησε.
[75]Then Peter remembered the words of Jesus, which had said unto him, Before the cock crow, thou shalt deny me thrice. So he went out, and wept bitterly. [75]καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος ᾿Ιησοῦ εἰρηκότος αὐτῷ ὅτι πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με· καὶ ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς.
Source: archive.org
Author: Ecumenical Patriarchate of Constantinople
Source: www.hagiascriptura.com
Top