The Septuagint
LXX
➕
←
Numbers
Num
12
→
[
1
]
καὶ
ἐλάλησεν μαριαμ καὶ ααρων κατὰ μωυσῆ ἕνεκεν τῆς γυναικὸς τῆς αἰθιοπίσσης ἣν ἔλαβεν μωυσῆς ὅτι γυναῖκα αἰθιόπισσαν ἔλαβεν
[
2
]
καὶ
εἶπαν μὴ μωυσῇ μόνῳ λελάληκεν κύριος οὐχὶ καὶ ἡμῖν ἐλάλησεν καὶ ἤκουσεν κύριος
[
3
]
καὶ
ὁ ἄνθρωπος μωυσῆς πραῢς σφόδρα παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς
[
4
]
καὶ
εἶπεν κύριος παραχρῆμα πρὸς μωυσῆν καὶ μαριαμ καὶ ααρων ἐξέλθατε ὑμεῖς οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἐξῆλθον οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου
[
5
]
καὶ
κατέβη κύριος ἐν στύλῳ νεφέλης καὶ ἔστη ἐπὶ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἐκλήθησαν ααρων καὶ μαριαμ καὶ ἐξήλθοσαν ἀμφότεροι
[
6
]
καὶ
εἶπεν πρὸς αὐτούς ἀκούσατε τῶν λόγων μου ἐὰν γένηται προφήτης ὑμῶν κυρίῳ ἐν ὁράματι αὐτῷ γνωσθήσομαι καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ
[
7
]
οὐχ
οὕτως ὁ θεράπων μου μωυσῆς ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός ἐστιν
[
8
]
στόμα
κατὰ στόμα λαλήσω αὐτῷ ἐν εἴδει καὶ οὐ δι αἰνιγμάτων καὶ τὴν δόξαν κυρίου εἶδεν καὶ διὰ τί οὐκ ἐφοβήθητε καταλαλῆσαι κατὰ τοῦ θεράποντός μου μωυσῆ
[
9
]
καὶ
ὀργὴ θυμοῦ κυρίου ἐπ αὐτοῖς καὶ ἀπῆλθεν
[
10
]
καὶ
ἡ νεφέλη ἀπέστη ἀπὸ τῆς σκηνῆς καὶ ἰδοὺ μαριαμ λεπρῶσα ὡσεὶ χιών καὶ ἐπέβλεψεν ααρων ἐπὶ μαριαμ καὶ ἰδοὺ λεπρῶσα
[
11
]
καὶ
εἶπεν ααρων πρὸς μωυσῆν δέομαι κύριε μὴ συνεπιθῇ ἡμῖν ἁμαρτίαν διότι ἠγνοήσαμεν καθότι ἡμάρτομεν
[
12
]
μὴ
γένηται ὡσεὶ ἴσον θανάτῳ ὡσεὶ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς καὶ κατεσθίει τὸ ἥμισυ τῶν σαρκῶν αὐτῆς
[
13
]
καὶ
ἐβόησεν μωυσῆς πρὸς κύριον λέγων ὁ θεός δέομαί σου ἴασαι αὐτήν
[
14
]
καὶ
εἶπεν κύριος πρὸς μωυσῆν εἰ ὁ πατὴρ αὐτῆς πτύων ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς οὐκ ἐντραπήσεται ἑπτὰ ἡμέρας ἀφορισθήτω ἑπτὰ ἡμέρας ἔξω τῆς παρεμβολῆς καὶ μετὰ ταῦτα εἰσελεύσεται
[
15
]
καὶ
ἀφωρίσθη μαριαμ ἔξω τῆς παρεμβολῆς ἑπτὰ ἡμέρας καὶ ὁ λαὸς οὐκ ἐξῆρεν ἕως ἐκαθαρίσθη μαριαμ
[
16
]
καὶ
μετὰ ταῦτα ἐξῆρεν ὁ λαὸς ἐξ ασηρωθ καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ τοῦ φαραν
Credit
Source:
sacred-texts.org
Top