[1]καὶ ἐλάλησεν μαριαμ καὶ ααρων κατὰ μωυσῆ ἕνεκεν τῆς γυναικὸς τῆς αἰθιοπίσσης ἣν ἔλαβεν μωυσῆς ὅτι γυναῖκα αἰθιόπισσαν ἔλαβεν [2]καὶ εἶπαν μὴ μωυσῇ μόνῳ λελάληκεν κύριος οὐχὶ καὶ ἡμῖν ἐλάλησεν καὶ ἤκουσεν κύριος [3]καὶ ὁ ἄνθρωπος μωυσῆς πραῢς σφόδρα παρὰ πάντας τοὺς ἀνθρώπους τοὺς ὄντας ἐπὶ τῆς γῆς [4]καὶ εἶπεν κύριος παραχρῆμα πρὸς μωυσῆν καὶ μαριαμ καὶ ααρων ἐξέλθατε ὑμεῖς οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἐξῆλθον οἱ τρεῖς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου [5]καὶ κατέβη κύριος ἐν στύλῳ νεφέλης καὶ ἔστη ἐπὶ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἐκλήθησαν ααρων καὶ μαριαμ καὶ ἐξήλθοσαν ἀμφότεροι [6]καὶ εἶπεν πρὸς αὐτούς ἀκούσατε τῶν λόγων μου ἐὰν γένηται προφήτης ὑμῶν κυρίῳ ἐν ὁράματι αὐτῷ γνωσθήσομαι καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ [7]οὐχ οὕτως ὁ θεράπων μου μωυσῆς ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός ἐστιν [8]στόμα κατὰ στόμα λαλήσω αὐτῷ ἐν εἴδει καὶ οὐ δι αἰνιγμάτων καὶ τὴν δόξαν κυρίου εἶδεν καὶ διὰ τί οὐκ ἐφοβήθητε καταλαλῆσαι κατὰ τοῦ θεράποντός μου μωυσῆ [9]καὶ ὀργὴ θυμοῦ κυρίου ἐπ αὐτοῖς καὶ ἀπῆλθεν [10]καὶ ἡ νεφέλη ἀπέστη ἀπὸ τῆς σκηνῆς καὶ ἰδοὺ μαριαμ λεπρῶσα ὡσεὶ χιών καὶ ἐπέβλεψεν ααρων ἐπὶ μαριαμ καὶ ἰδοὺ λεπρῶσα [11]καὶ εἶπεν ααρων πρὸς μωυσῆν δέομαι κύριε μὴ συνεπιθῇ ἡμῖν ἁμαρτίαν διότι ἠγνοήσαμεν καθότι ἡμάρτομεν [12]μὴ γένηται ὡσεὶ ἴσον θανάτῳ ὡσεὶ ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρὸς καὶ κατεσθίει τὸ ἥμισυ τῶν σαρκῶν αὐτῆς [13]καὶ ἐβόησεν μωυσῆς πρὸς κύριον λέγων ὁ θεός δέομαί σου ἴασαι αὐτήν [14]καὶ εἶπεν κύριος πρὸς μωυσῆν εἰ ὁ πατὴρ αὐτῆς πτύων ἐνέπτυσεν εἰς τὸ πρόσωπον αὐτῆς οὐκ ἐντραπήσεται ἑπτὰ ἡμέρας ἀφορισθήτω ἑπτὰ ἡμέρας ἔξω τῆς παρεμβολῆς καὶ μετὰ ταῦτα εἰσελεύσεται [15]καὶ ἀφωρίσθη μαριαμ ἔξω τῆς παρεμβολῆς ἑπτὰ ἡμέρας καὶ ὁ λαὸς οὐκ ἐξῆρεν ἕως ἐκαθαρίσθη μαριαμ [16]καὶ μετὰ ταῦτα ἐξῆρεν ὁ λαὸς ἐξ ασηρωθ καὶ παρενέβαλον ἐν τῇ ἐρήμῳ τοῦ φαραν
Credit

Source: sacred-texts.org
Top