|
|
| [1]παῦλος καὶ τιμόθεος δοῦλοι χριστοῦ ἰησοῦ πᾶσιν τοῖς ἁγίοις ἐν χριστῶ ἰησοῦ τοῖς οὗσιν ἐν φιλίπποις σὺν ἐπισκόποις καὶ διακόνοις· |
[1]Poul and Tymothe, seruauntis of Jhesu Crist, to alle the hooli men in Crist Jhesu, that ben at Filippis, with bischopis and dekenes, |
| [2]χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου ἰησοῦ χριστοῦ. |
[2]grace and pees to you of God oure fadir, and of the Lord Jhesu Crist. |
| [3]εὐχαριστῶ τῶ θεῶ μου ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν, |
[3]I do thankyngis to my God |
| [4]πάντοτε ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος, |
[4]in al mynde of you euere more in alle my preyeris for alle you with ioye, and |
| [5]ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ εὐαγγέλιον ἀπὸ τῆς πρώτης ἡμέρας ἄχρι τοῦ νῦν, |
[5]make a bisechyng on youre comynyng in the gospel of Crist, fro the firste day til nowe; |
| [6]πεποιθὼς αὐτὸ τοῦτο, ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσει ἄχρι ἡμέρας χριστοῦ ἰησοῦ· |
[6]tristenynge this ilke thing, that he that bigan in you a good werk, schal perfourme it til in to the dai of Jhesu Crist. |
| [7]καθώς ἐστιν δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας. |
[7]As it is iust to me to feele this thing for alle you, for that Y haue you in herte, and in my boondis, and in defending and confermyng of the gospel, that alle ye be felowis of my ioye. |
| [8]μάρτυς γάρ μου ὁ θεός, ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις χριστοῦ ἰησοῦ. |
[8]For God is a witnesse to me, hou Y coueyte alle you in the bowelis of Jhesu Crist. |
| [9]καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει, |
[9]And this thing Y preie, that youre charite be plenteuouse more and more in kunnyng, and in al wit; |
| [10]εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν χριστοῦ, |
[10]that ye preue the betere thingis, that ye be clene and without offence in the dai of Crist; |
| [11]πεπληρωμένοι καρπὸν δικαιοσύνης τὸν διὰ ἰησοῦ χριστοῦ εἰς δόξαν καὶ ἔπαινον θεοῦ. |
[11]fillid with the fruyt of riytwysnesse bi Jhesu Crist, in to the glory and the heriyng of God. |
| [12]γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοί, ὅτι τὰ κατ᾽ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν, |
[12]For, britheren, Y wole that ye wite, that the thingis that ben aboute me han comun more to the profit of the gospel, |
| [13]ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν χριστῶ γενέσθαι ἐν ὅλῳ τῶ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πάσιν, |
[13]so that my boondis weren maad knowun in Crist, in ech moot halle, and in alle other placis; |
| [14]καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον λαλεῖν. |
[14]that mo of britheren tristinge in the Lord more plenteuously for my boondis, dursten without drede speke the word of God. |
| [15]τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ δι᾽ εὐδοκίαν τὸν χριστὸν κηρύσσουσιν· |
[15]But summe for enuye and strijf, summe for good wille, prechen Crist; |
| [16]οἱ μὲν ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι, |
[16]and summe of charite, witinge that Y am put in the defense of the gospel. |
| [17]οἱ δὲ ἐξ ἐριθείας τὸν χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς, οἰόμενοι θλῖψιν ἐγείρειν τοῖς δεσμοῖς μου. |
[17]But summe of strijf schewen Crist not cleneli, gessynge hem to reise tribulacioun to my boondis. |
| [18]τί γάρ; πλὴν ὅτι παντὶ τρόπῳ, εἴτε προφάσει εἴτε ἀληθείᾳ, χριστὸς καταγγέλλεται, καὶ ἐν τούτῳ χαίρω· ἀλλὰ καὶ χαρήσομαι, |
[18]But what? the while on al maner, ethir bi occasioun, ethir bi treuthe, Crist is schewid; and in this thing Y haue ioye, but also Y schal haue ioye. |
| [19]οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως καὶ ἐπιχορηγίας τοῦ πνεύματος ἰησοῦ χριστοῦ, |
[19]And Y woot, that this thing schal come to me in to heelthe bi youre preyer, and the vndurmynystring of the spirit of `Jhesu Crist, bi myn abidyng and hope. |
| [20]κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι, ἀλλ᾽ ἐν πάσῃ παρρησίᾳ ὡς πάντοτε καὶ νῦν μεγαλυνθήσεται χριστὸς ἐν τῶ σώματί μου, εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου. |
[20]For in no thing Y schal be schamed, but in al trist as euere more and now, Crist schal be magnefied in my bodi, ether bi lijf, ether bi deth. |
| [21]ἐμοὶ γὰρ τὸ ζῆν χριστὸς καὶ τὸ ἀποθανεῖν κέρδος. |
[21]For me to lyue is Crist, and to die is wynnyng. |
| [22]εἰ δὲ τὸ ζῆν ἐν σαρκί, τοῦτό μοι καρπὸς ἔργου· καὶ τί αἱρήσομαι οὐ γνωρίζω. |
[22]That if to lyue in fleisch, is fruyt of werk to me, lo! what Y schal chese, Y knowe not. |
| [23]συνέχομαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν χριστῶ εἶναι, πολλῶ [γὰρ] μᾶλλον κρεῖσσον· |
[23]But Y am constreyned of twei thingis, Y haue desire to be dissolued, and to be with Crist, it is myche more betere; but to dwelle in fleisch, |
| [24]τὸ δὲ ἐπιμένειν [ἐν] τῇ σαρκὶ ἀναγκαιότερον δι᾽ ὑμᾶς. |
[24]is nedeful for you. |
| [25]καὶ τοῦτο πεποιθὼς οἶδα ὅτι μενῶ καὶ παραμενῶ πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως, |
[25]And Y tristinge this thing, woot that Y schal dwelle, and perfitli dwelle to alle you, to youre profit and ioye of feith, |
| [26]ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν χριστῶ ἰησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς. |
[26]that youre thanking abounde in Crist Jhesu in me, bi my comyng eftsoone to you. |
| [27]μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ χριστοῦ πολιτεύεσθε, ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς εἴτε ἀπὼν ἀκούω τὰ περὶ ὑμῶν, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου, |
[27]Oneli lyue ye worthili to the gospel of Crist, that whether whanne Y come and se you, ethir absent Y here of you, that ye stonden in o spirit of o wille, trauelinge togidere to the feith of the gospel. |
| [28]καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων, ἥτις ἐστὶν αὐτοῖς ἔνδειξις ἀπωλείας, ὑμῶν δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ θεοῦ· |
[28]And in no thing be ye aferd of aduersaries, which is to hem cause of perdicioun, |
| [29]ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν, |
[29]but to you cause of heelthe. And this thing is of God. For it is youun to you for Crist, that not oneli ye bileuen in hym, but also that ye suffren for hym; |
| [30]τὸν αὐτὸν ἀγῶνα ἔχοντες οἷον εἴδετε ἐν ἐμοὶ καὶ νῦν ἀκούετε ἐν ἐμοί. |
[30]hauynge the same strijf, which ye saien in me, and now ye han herd of me. |