The Septuagint
LXX
➕
←
Psalms
Psa
113
→
[
1
]
αλληλουια
ἐν ἐξόδῳ ισραηλ ἐξ αἰγύπτου οἴκου ιακωβ ἐκ λαοῦ βαρβάρου
[
2
]
ἐγενήθη
ιουδαία ἁγίασμα αὐτοῦ ισραηλ ἐξουσία αὐτοῦ
[
3
]
ἡ
θάλασσα εἶδεν καὶ ἔφυγεν ὁ ιορδάνης ἐστράφη εἰς τὰ ὀπίσω
[
4
]
τὰ
ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων
[
5
]
τί
σοί ἐστιν θάλασσα ὅτι ἔφυγες καὶ σοί ιορδάνη ὅτι ἀνεχώρησας εἰς τὰ ὀπίσω
[
6
]
τὰ
ὄρη ὅτι ἐσκιρτήσατε ὡσεὶ κριοί καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων
[
7
]
ἀπὸ
προσώπου κυρίου ἐσαλεύθη ἡ γῆ ἀπὸ προσώπου τοῦ θεοῦ ιακωβ
[
8
]
τοῦ
στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων
[
9
]
μὴ
ἡμῖν κύριε μὴ ἡμῖν ἀλλ ἢ τῷ ὀνόματί σου δὸς δόξαν ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου
[
10
]
μήποτε
εἴπωσιν τὰ ἔθνη ποῦ ἐστιν ὁ θεὸς αὐτῶν
[
11
]
ὁ
δὲ θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ ἄνω ἐν τοῖς οὐρανοῖς καὶ ἐν τῇ γῇ πάντα ὅσα ἠθέλησεν ἐποίησεν
[
12
]
τὰ
εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον ἔργα χειρῶν ἀνθρώπων
[
13
]
στόμα
ἔχουσιν καὶ οὐ λαλήσουσιν ὀφθαλμοὺς ἔχουσιν καὶ οὐκ ὄψονται
[
14
]
ὦτα
ἔχουσιν καὶ οὐκ ἀκούσονται ῥῖνας ἔχουσιν καὶ οὐκ ὀσφρανθήσονται
[
15
]
χεῖρας
ἔχουσιν καὶ οὐ ψηλαφήσουσιν πόδας ἔχουσιν καὶ οὐ περιπατήσουσιν οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν
[
16
]
ὅμοιοι
αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ αὐτοῖς
[
17
]
οἶκος
ισραηλ ἤλπισεν ἐπὶ κύριον βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν
[
18
]
οἶκος
ααρων ἤλπισεν ἐπὶ κύριον βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν
[
19
]
οἱ
φοβούμενοι τὸν κύριον ἤλπισαν ἐπὶ κύριον βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστιν
[
20
]
κύριος
ἐμνήσθη ἡμῶν καὶ εὐλόγησεν ἡμᾶς εὐλόγησεν τὸν οἶκον ισραηλ εὐλόγησεν τὸν οἶκον ααρων
[
21
]
εὐλόγησεν
τοὺς φοβουμένους τὸν κύριον τοὺς μικροὺς μετὰ τῶν μεγάλων
[
22
]
προσθείη
κύριος ἐφ ὑμᾶς ἐφ ὑμᾶς καὶ ἐπὶ τοὺς υἱοὺς ὑμῶν
[
23
]
εὐλογημένοι
ὑμεῖς τῷ κυρίῳ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν
[
24
]
ὁ
οὐρανὸς τοῦ οὐρανοῦ τῷ κυρίῳ τὴν δὲ γῆν ἔδωκεν τοῖς υἱοῖς τῶν ἀνθρώπων
[
25
]
οὐχ
οἱ νεκροὶ αἰνέσουσίν σε κύριε οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδου
[
26
]
ἀλλ
ἡμεῖς οἱ ζῶντες εὐλογήσομεν τὸν κύριον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος
Credit
Source:
sacred-texts.org
Top