[1]ᾠδὴ τῶν ἀναβαθμῶν πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου εἰπάτω δὴ ισραηλ [2]πλεονάκις ἐπολέμησάν με ἐκ νεότητός μου καὶ γὰρ οὐκ ἠδυνήθησάν μοι [3]ἐπὶ τοῦ νώτου μου ἐτέκταινον οἱ ἁμαρτωλοί ἐμάκρυναν τὴν ἀνομίαν αὐτῶν [4]κύριος δίκαιος συνέκοψεν αὐχένας ἁμαρτωλῶν [5]αἰσχυνθήτωσαν καὶ ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω πάντες οἱ μισοῦντες σιων [6]γενηθήτωσαν ὡς χόρτος δωμάτων ὃς πρὸ τοῦ ἐκσπασθῆναι ἐξηράνθη [7]οὗ οὐκ ἐπλήρωσεν τὴν χεῖρα αὐτοῦ ὁ θερίζων καὶ τὸν κόλπον αὐτοῦ ὁ τὰ δράγματα συλλέγων [8]καὶ οὐκ εἶπαν οἱ παράγοντες εὐλογία κυρίου ἐφ ὑμᾶς εὐλογήκαμεν ὑμᾶς ἐν ὀνόματι κυρίου
Credit

Source: sacred-texts.org
Top