[1]ᾠδὴ τῶν ἀναβαθμῶν ἐκ βαθέων ἐκέκραξά σε κύριε [2]κύριε εἰσάκουσον τῆς φωνῆς μου γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου [3]ἐὰν ἀνομίας παρατηρήσῃ κύριε κύριε τίς ὑποστήσεται [4]ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν [5]ἕνεκεν τοῦ νόμου σου ὑπέμεινά σε κύριε ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον σου [6]ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν κύριον ἀπὸ φυλακῆς πρωίας μέχρι νυκτός ἀπὸ φυλακῆς πρωίας ἐλπισάτω ισραηλ ἐπὶ τὸν κύριον [7]ὅτι παρὰ τῷ κυρίῳ τὸ ἔλεος καὶ πολλὴ παρ αὐτῷ λύτρωσις [8]καὶ αὐτὸς λυτρώσεται τὸν ισραηλ ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ
Credit

Source: sacred-texts.org
Top