The Septuagint
LXX
➕
←
Psalms
Psa
146
→
[
1
]
αλληλουια
αγγαιου καὶ ζαχαριου αἰνεῖτε τὸν κύριον ὅτι ἀγαθὸν ψαλμός τῷ θεῷ ἡμῶν ἡδυνθείη αἴνεσις
[
2
]
οἰκοδομῶν
ιερουσαλημ ὁ κύριος καὶ τὰς διασπορὰς τοῦ ισραηλ ἐπισυνάξει
[
3
]
ὁ
ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν
[
4
]
ὁ
ἀριθμῶν πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν
[
5
]
μέγας
ὁ κύριος ἡμῶν καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός
[
6
]
ἀναλαμβάνων
πραεῖς ὁ κύριος ταπεινῶν δὲ ἁμαρτωλοὺς ἕως τῆς γῆς
[
7
]
ἐξάρξατε
τῷ κυρίῳ ἐν ἐξομολογήσει ψάλατε τῷ θεῷ ἡμῶν ἐν κιθάρᾳ
[
8
]
τῷ
περιβάλλοντι τὸν οὐρανὸν ἐν νεφέλαις τῷ ἑτοιμάζοντι τῇ γῇ ὑετόν τῷ ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων
[
9
]
διδόντι
τοῖς κτήνεσι τροφὴν αὐτῶν καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν
[
10
]
οὐκ
ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θελήσει οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ
[
11
]
εὐδοκεῖ
κύριος ἐν τοῖς φοβουμένοις αὐτὸν καὶ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ
Credit
Source:
sacred-texts.org
Top