The Septuagint
LXX
➕
←
Psalms
Psa
147
→
[
1
]
αλληλουια
αγγαιου καὶ ζαχαριου ἐπαίνει ιερουσαλημ τὸν κύριον αἴνει τὸν θεόν σου σιων
[
2
]
ὅτι
ἐνίσχυσεν τοὺς μοχλοὺς τῶν πυλῶν σου εὐλόγησεν τοὺς υἱούς σου ἐν σοί
[
3
]
ὁ
τιθεὶς τὰ ὅριά σου εἰρήνην καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε
[
4
]
ὁ
ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ
[
5
]
τοῦ
διδόντος χιόνα ὡσεὶ ἔριον ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος
[
6
]
βάλλοντος
κρύσταλλον αὐτοῦ ὡσεὶ ψωμούς κατὰ πρόσωπον ψύχους αὐτοῦ τίς ὑποστήσεται
[
7
]
ἀποστελεῖ
τὸν λόγον αὐτοῦ καὶ τήξει αὐτά πνεύσει τὸ πνεῦμα αὐτοῦ καὶ ῥυήσεται ὕδατα
[
8
]
ἀπαγγέλλων
τὸν λόγον αὐτοῦ τῷ ιακωβ δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ ισραηλ
[
9
]
οὐκ
ἐποίησεν οὕτως παντὶ ἔθνει καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς
Credit
Source:
sacred-texts.org
Top