The Septuagint
LXX
➕
←
Psalms
Psa
81
→
[
1
]
ψαλμὸς
τῷ ασαφ ὁ θεὸς ἔστη ἐν συναγωγῇ θεῶν ἐν μέσῳ δὲ θεοὺς διακρίνει
[
2
]
ἕως
πότε κρίνετε ἀδικίαν καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε διάψαλμα
[
3
]
κρίνατε
ὀρφανὸν καὶ πτωχόν ταπεινὸν καὶ πένητα δικαιώσατε
[
4
]
ἐξέλεσθε
πένητα καὶ πτωχόν ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσασθε
[
5
]
οὐκ
ἔγνωσαν οὐδὲ συνῆκαν ἐν σκότει διαπορεύονται σαλευθήσονται πάντα τὰ θεμέλια τῆς γῆς
[
6
]
ἐγὼ
εἶπα θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες
[
7
]
ὑμεῖς
δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε
[
8
]
ἀνάστα
ὁ θεός κρῖνον τὴν γῆν ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσιν τοῖς ἔθνεσιν
Credit
Source:
sacred-texts.org
Top