The Septuagint
LXX
➕
←
Psalms
Psa
82
→
[
1
]
ᾠδὴ
ψαλμοῦ τῷ ασαφ
[
2
]
ὁ
θεός τίς ὁμοιωθήσεταί σοι μὴ σιγήσῃς μηδὲ καταπραΰνῃς ὁ θεός
[
3
]
ὅτι
ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν
[
4
]
ἐπὶ
τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου
[
5
]
εἶπαν
δεῦτε καὶ ἐξολεθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα ισραηλ ἔτι
[
6
]
ὅτι
ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτό κατὰ σοῦ διαθήκην διέθεντο
[
7
]
τὰ
σκηνώματα τῶν ιδουμαίων καὶ οἱ ισμαηλῖται μωαβ καὶ οἱ αγαρηνοί
[
8
]
γεβαλ
καὶ αμμων καὶ αμαληκ καὶ ἀλλόφυλοι μετὰ τῶν κατοικούντων τύρον
[
9
]
καὶ
γὰρ καὶ ασσουρ συμπαρεγένετο μετ αὐτῶν ἐγενήθησαν εἰς ἀντίλημψιν τοῖς υἱοῖς λωτ διάψαλμα
[
10
]
ποίησον
αὐτοῖς ὡς τῇ μαδιαμ καὶ τῷ σισαρα ὡς ὁ ιαβιν ἐν τῷ χειμάρρῳ κισων
[
11
]
ἐξωλεθρεύθησαν
ἐν αενδωρ ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ
[
12
]
θοῦ
τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν ωρηβ καὶ ζηβ καὶ ζεβεε καὶ σαλμανα πάντας τοὺς ἄρχοντας αὐτῶν
[
13
]
οἵτινες
εἶπαν κληρονομήσωμεν ἑαυτοῖς τὸ ἁγιαστήριον τοῦ θεοῦ
[
14
]
ὁ
θεός μου θοῦ αὐτοὺς ὡς τροχόν ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου
[
15
]
ὡσεὶ
πῦρ ὃ διαφλέξει δρυμόν ὡς εἰ φλὸξ κατακαύσαι ὄρη
[
16
]
οὕτως
καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου καὶ ἐν τῇ ὀργῇ σου ταράξεις αὐτούς
[
17
]
πλήρωσον
τὰ πρόσωπα αὐτῶν ἀτιμίας καὶ ζητήσουσιν τὸ ὄνομά σου κύριε
[
18
]
αἰσχυνθήτωσαν
καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν
[
19
]
καὶ
γνώτωσαν ὅτι ὄνομά σοι κύριος σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν
Credit
Source:
sacred-texts.org
Top