The Septuagint
LXX
➕
←
Sirach
Sir
19
→
[
1
]
ἐργάτης
μέθυσος οὐ πλουτισθήσεται ὁ ἐξουθενῶν τὰ ὀλίγα κατὰ μικρὸν πεσεῖται
[
2
]
οἶνος
καὶ γυναῖκες ἀποστήσουσιν συνετούς καὶ ὁ κολλώμενος πόρναις τολμηρότερος ἔσται
[
3
]
σήπη
καὶ σκώληκες κληρονομήσουσιν αὐτόν καὶ ψυχὴ τολμηρὰ ἐξαρθήσεται
[
4
]
ὁ
ταχὺ ἐμπιστεύων κοῦφος καρδίᾳ καὶ ὁ ἁμαρτάνων εἰς ψυχὴν αὐτοῦ πλημμελήσει
[
5
]
ὁ
εὐφραινόμενος καρδίᾳ καταγνωσθήσεται
[
6
]
καὶ
ὁ μισῶν λαλιὰν ἐλαττονοῦται κακίᾳ
[
7
]
μηδέποτε
δευτερώσῃς λόγον καὶ οὐθέν σοι οὐ μὴ ἐλαττονωθῇ
[
8
]
ἐν
φίλῳ καὶ ἐχθρῷ μὴ διηγοῦ καὶ εἰ μή ἐστίν σοι ἁμαρτία μὴ ἀποκάλυπτε
[
9
]
ἀκήκοεν
γάρ σου καὶ ἐφυλάξατό σε καὶ ἐν καιρῷ μισήσει σε
[
10
]
ἀκήκοας
λόγον συναποθανέτω σοι θάρσει οὐ μή σε ῥήξει
[
11
]
ἀπὸ
προσώπου λόγου ὠδινήσει μωρὸς ὡς ἀπὸ προσώπου βρέφους ἡ τίκτουσα
[
12
]
βέλος
πεπηγὸς ἐν μηρῷ σαρκός οὕτως λόγος ἐν κοιλίᾳ μωροῦ
[
13
]
ἔλεγξον
φίλον μήποτε οὐκ ἐποίησεν καὶ εἴ τι ἐποίησεν μήποτε προσθῇ
[
14
]
ἔλεγξον
τὸν πλησίον μήποτε οὐκ εἶπεν καὶ εἰ εἴρηκεν ἵνα μὴ δευτερώσῃ
[
15
]
ἔλεγξον
φίλον πολλάκις γὰρ γίνεται διαβολή καὶ μὴ παντὶ λόγῳ πίστευε
[
16
]
ἔστιν
ὀλισθάνων καὶ οὐκ ἀπὸ ψυχῆς καὶ τίς οὐχ ἥμαρτεν ἐν τῇ γλώσσῃ αὐτοῦ
[
17
]
ἔλεγξον
τὸν πλησίον σου πρὶν ἢ ἀπειλῆσαι καὶ δὸς τόπον νόμῳ ὑψίστου
[
20
]
πᾶσα
σοφία φόβος κυρίου καὶ ἐν πάσῃ σοφίᾳ ποίησις νόμου
[
22
]
καὶ
οὐκ ἔστιν σοφία πονηρίας ἐπιστήμη καὶ οὐκ ἔστιν ὅπου βουλὴ ἁμαρτωλῶν φρόνησις
[
23
]
ἔστιν
πανουργία καὶ αὕτη βδέλυγμα καὶ ἔστιν ἄφρων ἐλαττούμενος σοφίᾳ
[
24
]
κρείττων
ἡττώμενος ἐν συνέσει ἔμφοβος ἢ περισσεύων ἐν φρονήσει καὶ παραβαίνων νόμον
[
25
]
ἔστιν
πανουργία ἀκριβὴς καὶ αὕτη ἄδικος καὶ ἔστιν διαστρέφων χάριν τοῦ ἐκφᾶναι κρίμα
[
26
]
ἔστιν
πονηρευόμενος συγκεκυφὼς μελανίᾳ καὶ τὰ ἐντὸς αὐτοῦ πλήρη δόλου
[
27
]
συγκρύφων
πρόσωπον καὶ ἐθελοκωφῶν ὅπου οὐκ ἐπεγνώσθη προφθάσει σε
[
28
]
καὶ
ἐὰν ὑπὸ ἐλαττώματος ἰσχύος κωλυθῇ ἁμαρτεῖν ἐὰν εὕρῃ καιρόν κακοποιήσει
[
29
]
ἀπὸ
ὁράσεως ἐπιγνωσθήσεται ἀνήρ καὶ ἀπὸ ἀπαντήσεως προσώπου ἐπιγνωσθήσεται νοήμων
[
30
]
στολισμὸς
ἀνδρὸς καὶ γέλως ὀδόντων καὶ βήματα ἀνθρώπου ἀναγγελεῖ τὰ περὶ αὐτοῦ
Credit
Source:
sacred-texts.org
Top