The Septuagint
LXX
➕
←
Sirach
Sir
20
→
[
1
]
ἔστιν
ἔλεγχος ὃς οὐκ ἔστιν ὡραῖος καὶ ἔστιν σιωπῶν καὶ αὐτὸς φρόνιμος
[
2
]
ὡς
καλὸν ἐλέγξαι ἢ θυμοῦσθαι
[
3
]
καὶ
ὁ ἀνθομολογούμενος ἀπὸ ἐλαττώσεως κωλυθήσεται
[
4
]
ἐπιθυμία
εὐνούχου ἀποπαρθενῶσαι νεάνιδα οὕτως ὁ ποιῶν ἐν βίᾳ κρίματα
[
5
]
ἔστιν
σιωπῶν εὑρισκόμενος σοφός καὶ ἔστιν μισητὸς ἀπὸ πολλῆς λαλιᾶς
[
6
]
ἔστιν
σιωπῶν οὐ γὰρ ἔχει ἀπόκρισιν καὶ ἔστιν σιωπῶν εἰδὼς καιρόν
[
7
]
ἄνθρωπος
σοφὸς σιγήσει ἕως καιροῦ ὁ δὲ λαπιστὴς καὶ ἄφρων ὑπερβήσεται καιρόν
[
8
]
ὁ
πλεονάζων λόγῳ βδελυχθήσεται καὶ ὁ ἐνεξουσιαζόμενος μισηθήσεται
[
9
]
ἔστιν
εὐοδία ἐν κακοῖς ἀνδρί καὶ ἔστιν εὕρεμα εἰς ἐλάττωσιν
[
10
]
ἔστιν
δόσις ἣ οὐ λυσιτελήσει σοι καὶ ἔστιν δόσις ἧς τὸ ἀνταπόδομα διπλοῦν
[
11
]
ἔστιν
ἐλάττωσις ἕνεκεν δόξης καὶ ἔστιν ὃς ἀπὸ ταπεινώσεως ἦρεν κεφαλήν
[
12
]
ἔστιν
ἀγοράζων πολλὰ ὀλίγου καὶ ἀποτιννύων αὐτὰ ἑπταπλάσιον
[
13
]
ὁ
σοφὸς ἐν λόγοις ἑαυτὸν προσφιλῆ ποιήσει χάριτες δὲ μωρῶν ἐκχυθήσονται
[
14
]
δόσις
ἄφρονος οὐ λυσιτελήσει σοι οἱ γὰρ ὀφθαλμοὶ αὐτοῦ ἀνθ ἑνὸς πολλοί
[
15
]
ὀλίγα
δώσει καὶ πολλὰ ὀνειδίσει καὶ ἀνοίξει τὸ στόμα αὐτοῦ ὡς κῆρυξ σήμερον δανιεῖ καὶ αὔριον ἀπαιτήσει μισητὸς ἄνθρωπος ὁ τοιοῦτος
[
16
]
μωρὸς
ἐρεῖ οὐχ ὑπάρχει μοι φίλος καὶ οὐκ ἔστιν χάρις τοῖς ἀγαθοῖς μου
[
17
]
οἱ
ἔσθοντες τὸν ἄρτον αὐτοῦ φαῦλοι γλώσσῃ ποσάκις καὶ ὅσοι καταγελάσονται αὐτοῦ
[
18
]
ὀλίσθημα
ἀπὸ ἐδάφους μᾶλλον ἢ ἀπὸ γλώσσης οὕτως πτῶσις κακῶν κατὰ σπουδὴν ἥξει
[
19
]
ἄνθρωπος
ἄχαρις μῦθος ἄκαιρος ἐν στόματι ἀπαιδεύτων ἐνδελεχισθήσεται
[
20
]
ἀπὸ
στόματος μωροῦ ἀποδοκιμασθήσεται παραβολή οὐ γὰρ μὴ εἴπῃ αὐτὴν ἐν καιρῷ αὐτῆς
[
21
]
ἔστιν
κωλυόμενος ἁμαρτάνειν ἀπὸ ἐνδείας καὶ ἐν τῇ ἀναπαύσει αὐτοῦ οὐ κατανυγήσεται
[
22
]
ἔστιν
ἀπολλύων τὴν ψυχὴν αὐτοῦ δι αἰσχύνην καὶ ἀπὸ ἄφρονος προσώπου ἀπολεῖ αὐτήν
[
23
]
ἔστιν
χάριν αἰσχύνης ἐπαγγελλόμενος φίλῳ καὶ ἐκτήσατο αὐτὸν ἐχθρὸν δωρεάν
[
24
]
μῶμος
πονηρὸς ἐν ἀνθρώπῳ ψεῦδος ἐν στόματι ἀπαιδεύτων ἐνδελεχισθήσεται
[
25
]
αἱρετὸν
κλέπτης ἢ ὁ ἐνδελεχίζων ψεύδει ἀμφότεροι δὲ ἀπώλειαν κληρονομήσουσιν
[
26
]
ἦθος
ἀνθρώπου ψευδοῦς ἀτιμία καὶ ἡ αἰσχύνη αὐτοῦ μετ αὐτοῦ ἐνδελεχῶς
[
27
]
ὁ
σοφὸς ἐν λόγοις προάξει ἑαυτόν καὶ ἄνθρωπος φρόνιμος ἀρέσει μεγιστᾶσιν
[
28
]
ὁ
ἐργαζόμενος γῆν ἀνυψώσει θιμωνιὰν αὐτοῦ καὶ ὁ ἀρέσκων μεγιστᾶσιν ἐξιλάσεται ἀδικίαν
[
29
]
ξένια
καὶ δῶρα ἀποτυφλοῖ ὀφθαλμοὺς σοφῶν καὶ ὡς φιμὸς ἐν στόματι ἀποτρέπει ἐλεγμούς
[
30
]
σοφία
κεκρυμμένη καὶ θησαυρὸς ἀφανής τίς ὠφέλεια ἐν ἀμφοτέροις
[
31
]
κρείσσων
ἄνθρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ ἢ ἄνθρωπος ἀποκρύπτων τὴν σοφίαν αὐτοῦ
Credit
Source:
sacred-texts.org
Top