The Septuagint
LXX
➕
←
Sirach
Sir
31
→
[
1
]
ἀγρυπνία
πλούτου ἐκτήκει σάρκας καὶ ἡ μέριμνα αὐτοῦ ἀφιστᾷ ὕπνον
[
2
]
μέριμνα
ἀγρυπνίας ἀποστήσει νυσταγμόν καὶ ἀρρώστημα βαρὺ ἐκνήψει ὕπνον
[
3
]
ἐκοπίασεν
πλούσιος ἐν συναγωγῇ χρημάτων καὶ ἐν τῇ ἀναπαύσει ἐμπίμπλαται τῶν τρυφημάτων αὐτοῦ
[
4
]
ἐκοπίασεν
πτωχὸς ἐν ἐλαττώσει βίου καὶ ἐν τῇ ἀναπαύσει ἐπιδεὴς γίνεται
[
5
]
ὁ
ἀγαπῶν χρυσίον οὐ δικαιωθήσεται καὶ ὁ διώκων διάφορα ἐν αὐτοῖς πλανηθήσεται
[
6
]
πολλοὶ
ἐδόθησαν εἰς πτῶμα χάριν χρυσίου καὶ ἐγενήθη ἡ ἀπώλεια αὐτῶν κατὰ πρόσωπον αὐτῶν
[
7
]
ξύλον
προσκόμματός ἐστιν τοῖς ἐνθουσιάζουσιν αὐτῷ καὶ πᾶς ἄφρων ἁλώσεται ἐν αὐτῷ
[
8
]
μακάριος
πλούσιος ὃς εὑρέθη ἄμωμος καὶ ὃς ὀπίσω χρυσίου οὐκ ἐπορεύθη
[
9
]
τίς
ἐστιν καὶ μακαριοῦμεν αὐτόν ἐποίησεν γὰρ θαυμάσια ἐν λαῷ αὐτοῦ
[
10
]
τίς
ἐδοκιμάσθη ἐν αὐτῷ καὶ ἐτελειώθη καὶ ἔσται αὐτῷ εἰς καύχησιν τίς ἐδύνατο παραβῆναι καὶ οὐ παρέβη καὶ ποιῆσαι κακὰ καὶ οὐκ ἐποίησεν
[
11
]
στερεωθήσεται
τὰ ἀγαθὰ αὐτοῦ καὶ τὰς ἐλεημοσύνας αὐτοῦ ἐκδιηγήσεται ἐκκλησία
[
12
]
ἐπὶ
τραπέζης μεγάλης ἐκάθισας μὴ ἀνοίξῃς ἐπ αὐτῆς φάρυγγά σου καὶ μὴ εἴπῃς πολλά γε τὰ ἐπ αὐτῆς
[
13
]
μνήσθητι
ὅτι κακὸν ὀφθαλμὸς πονηρός πονηρότερον ὀφθαλμοῦ τί ἔκτισται διὰ τοῦτο ἀπὸ παντὸς προσώπου δακρύει
[
14
]
οὗ
ἐὰν ἐπιβλέψῃ μὴ ἐκτείνῃς χεῖρα καὶ μὴ συνθλίβου αὐτῷ ἐν τρυβλίῳ
[
15
]
νόει
τὰ τοῦ πλησίον ἐκ σεαυτοῦ καὶ ἐπὶ παντὶ πράγματι διανοοῦ
[
16
]
φάγε
ὡς ἄνθρωπος τὰ παρακείμενά σοι καὶ μὴ διαμασῶ μὴ μισηθῇς
[
17
]
παῦσαι
πρῶτος χάριν παιδείας καὶ μὴ ἀπληστεύου μήποτε προσκόψῃς
[
18
]
καὶ
εἰ ἀνὰ μέσον πλειόνων ἐκάθισας πρότερος αὐτῶν μὴ ἐκτείνῃς τὴν χεῖρά σου
[
19
]
ὡς
ἱκανὸν ἀνθρώπῳ πεπαιδευμένῳ τὸ ὀλίγον καὶ ἐπὶ τῆς κοίτης αὐτοῦ οὐκ ἀσθμαίνει
[
20
]
ὕπνος
ὑγιείας ἐπὶ ἐντέρῳ μετρίῳ ἀνέστη πρωί καὶ ἡ ψυχὴ αὐτοῦ μετ αὐτοῦ πόνος ἀγρυπνίας καὶ χολέρας καὶ στρόφος μετὰ ἀνδρὸς ἀπλήστου
[
21
]
καὶ
εἰ ἐβιάσθης ἐν ἐδέσμασιν ἀνάστα ἔμεσον πόρρω καὶ ἀναπαύσῃ
[
22
]
ἄκουσόν
μου τέκνον καὶ μὴ ἐξουδενήσῃς με καὶ ἐπ ἐσχάτων εὑρήσεις τοὺς λόγους μου ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ἐντρεχής καὶ πᾶν ἀρρώστημα οὐ μή σοι ἀπαντήσῃ
[
23
]
λαμπρὸν
ἐπ ἄρτοις εὐλογήσει χείλη καὶ ἡ μαρτυρία τῆς καλλονῆς αὐτοῦ πιστή
[
24
]
πονηρῷ
ἐπ ἄρτῳ διαγογγύσει πόλις καὶ ἡ μαρτυρία τῆς πονηρίας αὐτοῦ ἀκριβής
[
25
]
ἐν
οἴνῳ μὴ ἀνδρίζου πολλοὺς γὰρ ἀπώλεσεν ὁ οἶνος
[
26
]
κάμινος
δοκιμάζει στόμωμα ἐν βαφῇ οὕτως οἶνος καρδίας ἐν μάχῃ ὑπερηφάνων
[
27
]
ἔφισον
ζωῆς οἶνος ἀνθρώποις ἐὰν πίνῃς αὐτὸν ἐν μέτρῳ αὐτοῦ τίς ζωὴ ἐλασσουμένῳ οἴνῳ καὶ αὐτὸς ἔκτισται εἰς εὐφροσύνην ἀνθρώποις
[
28
]
ἀγαλλίαμα
καρδίας καὶ εὐφροσύνη ψυχῆς οἶνος πινόμενος ἐν καιρῷ αὐτάρκης
[
29
]
πικρία
ψυχῆς οἶνος πινόμενος πολὺς ἐν ἐρεθισμῷ καὶ ἀντιπτώματι
[
30
]
πληθύνει
μέθη θυμὸν ἄφρονος εἰς πρόσκομμα ἐλαττῶν ἰσχὺν καὶ προσποιῶν τραύματα
[
31
]
ἐν
συμποσίῳ οἴνου μὴ ἐλέγξῃς τὸν πλησίον καὶ μὴ ἐξουθενήσῃς αὐτὸν ἐν εὐφροσύνῃ αὐτοῦ λόγον ὀνειδισμοῦ μὴ εἴπῃς αὐτῷ καὶ μὴ αὐτὸν θλίψῃς ἐν ἀπαιτήσει
Credit
Source:
sacred-texts.org
Top