The Septuagint
LXX
➕
←
Sirach
Sir
32
→
[
1
]
ἡγούμενόν
σε κατέστησαν μὴ ἐπαίρου γίνου ἐν αὐτοῖς ὡς εἷς ἐξ αὐτῶν φρόντισον αὐτῶν καὶ οὕτω κάθισον
[
2
]
καὶ
πᾶσαν τὴν χρείαν σου ποιήσας ἀνάπεσε ἵνα εὐφρανθῇς δι αὐτοὺς καὶ εὐκοσμίας χάριν λάβῃς στέφανον
[
3
]
λάλησον
πρεσβύτερε πρέπει γάρ σοι ἐν ἀκριβεῖ ἐπιστήμῃ καὶ μὴ ἐμποδίσῃς μουσικά
[
4
]
ὅπου
ἀκρόαμα μὴ ἐκχέῃς λαλιὰν καὶ ἀκαίρως μὴ σοφίζου
[
5
]
σφραγὶς
ἄνθρακος ἐπὶ κόσμῳ χρυσῷ σύγκριμα μουσικῶν ἐν συμποσίῳ οἴνου
[
6
]
ἐν
κατασκευάσματι χρυσῷ σφραγὶς σμαράγδου μέλος μουσικῶν ἐφ ἡδεῖ οἴνῳ
[
7
]
λάλησον
νεανίσκε εἰ χρεία σου μόλις δὶς ἐὰν ἐπερωτηθῇς
[
8
]
κεφαλαίωσον
λόγον ἐν ὀλίγοις πολλά γίνου ὡς γινώσκων καὶ ἅμα σιωπῶν
[
9
]
ἐν
μέσῳ μεγιστάνων μὴ ἐξισάζου καὶ ἑτέρου λέγοντος μὴ πολλὰ ἀδολέσχει
[
10
]
πρὸ
βροντῆς κατασπεύδει ἀστραπή καὶ πρὸ αἰσχυντηροῦ προελεύσεται χάρις
[
11
]
ἐν
ὥρᾳ ἐξεγείρου καὶ μὴ οὐράγει ἀπότρεχε εἰς οἶκον καὶ μὴ ῥᾳθύμει
[
12
]
ἐκεῖ
παῖζε καὶ ποίει τὰ ἐνθυμήματά σου καὶ μὴ ἁμάρτῃς λόγῳ ὑπερηφάνῳ
[
13
]
καὶ
ἐπὶ τούτοις εὐλόγησον τὸν ποιήσαντά σε καὶ μεθύσκοντά σε ἀπὸ τῶν ἀγαθῶν αὐτοῦ
[
14
]
ὁ
φοβούμενος κύριον ἐκδέξεται παιδείαν καὶ οἱ ὀρθρίζοντες εὑρήσουσιν εὐδοκίαν
[
15
]
ὁ
ζητῶν νόμον ἐμπλησθήσεται αὐτοῦ καὶ ὁ ὑποκρινόμενος σκανδαλισθήσεται ἐν αὐτῷ
[
16
]
οἱ
φοβούμενοι κύριον εὑρήσουσιν κρίμα καὶ δικαιώματα ὡς φῶς ἐξάψουσιν
[
17
]
ἄνθρωπος
ἁμαρτωλὸς ἐκκλινεῖ ἐλεγμὸν καὶ κατὰ τὸ θέλημα αὐτοῦ εὑρήσει σύγκριμα
[
18
]
ἀνὴρ
βουλῆς οὐ μὴ παρίδῃ διανόημα ἀλλότριος καὶ ὑπερήφανος οὐ καταπτήξει φόβον
[
19
]
ἄνευ
βουλῆς μηθὲν ποιήσῃς καὶ ἐν τῷ ποιῆσαί σε μὴ μεταμελοῦ
[
20
]
ἐν
ὁδῷ ἀντιπτώματος μὴ πορεύου καὶ μὴ προσκόψῃς ἐν λιθώδεσιν
[
21
]
μὴ
πιστεύσῃς ἐν ὁδῷ ἀπροσκόπῳ
[
22
]
καὶ
ἀπὸ τῶν τέκνων σου φύλαξαι
[
23
]
ἐν
παντὶ ἔργῳ πίστευε τῇ ψυχῇ σου καὶ γὰρ τοῦτό ἐστιν τήρησις ἐντολῶν
[
24
]
ὁ
πιστεύων νόμῳ προσέχει ἐντολαῖς καὶ ὁ πεποιθὼς κυρίῳ οὐκ ἐλαττωθήσεται
Credit
Source:
sacred-texts.org
Top